# Fragmenta 37-46

Androtio, Fragmenta, 37 to 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/androtio/fragmenta/37

Ὁ Αἰγεὺς Ἀθηναῖος καὶ γηγενὴς ἀπὸ Ἐρεχθέως. Τινὲς δὲ καὶ τοῦτον ἕνα λέγουσι τῶν ἀναδοθέντων ἐκ τῶν ὀδόντων τοῦ δράκοντος τοῦ ἐν Θήβαις, ὡς καὶ Ἀνδροτίων. Ἄλλοι εἰσιὶ παρὰ τοὺς Ἴωνας, Ἰάονες. Φησὶ γὰρ Ἀνδροτίων, ὅτι στήλην ἔστησαν ἐπὶ Λακεδαίμονος, διορίσαντες οὕτως· Τάδ ̓ ἐστὶν οὐχὶ Πελοπόννησος, ἀλλ ̓ Ἰάονες. Ἴωνες δὲ ἐκ τοῦ ἑτέρου μέρους οὕτως· τάδ ̓ ἐστὶν οὐκ Ἰάονες, ἀλλὰ Πελοπόννησος. Ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν. Οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν; οὐ Πυθαγόραν πάλιν; οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε; λέγω δὴ τοὺς σοφούς. Καίτοι τινὲς ἔγραψαν, ὧν ἐστιν Ἀνδροτίων, οὐκ ἀποκοπῇ χρεῶν, ἀλλὰ τόκων μετριότητι κουφισθέντας ἀγαπῆσαι τοὺς πένητας, καὶ σεισάχθειαν ὀνομάσαι τὸ φιλανθρώπευμα τοῦτο, καὶ τὴν ἅμα τούτῳ γενόμένην τῶν τε μέτρων ἐπαύξησιν, καὶ τοῦ νομίσματος ἐς τιμήν. Ἦν παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων, μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον· διὸ τὰ ἤδη τέλεια ἤσθιον. ... Καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν ἔθος οὐ θύειν ἀμνήν. Οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυραννεῖν, καὶ Ἀθηναίοις ἀμυνομένοις αὐτὸν πόλεμος συνέστη. ... Μέμνηται δὲ τούτου καὶ Ἀνδροτίων καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Θουκυδίδης Μιλησίου υἱὸς Περικλεῖ ἀντιπολιτευσάμενος. ... Θεόπομπος μέντοι, ὁ ἱστορικὸς, τὸν Πανταίνου φησὶν ἀντιπολιτεύσασθαι Περικλεῖ, ἀλλ ̓ οὐκ Ἀνδροτίων, ἀλλὰ καὶ αὐτὸς τὸν Μιλησίου. Τέταρτος ἄλλος Θουκυδίδης, ποιητὴς, τὸν δῆμον Ἀχερδούσιος· οὗ μέμνηται Ἀνδροτίων ἐν τῇ Ἀτθίδι, λέγων εἶναι πατρὸς Ἀρίστωνος. Λακεδαιμόνιοι ἐμβαλόντες ἐν τῇ Ἀττικῇ δέκα μυριάσι Πελοποννησίων καὶ Βοιωτῶν, ἡγουμένου Ἀρχιδάμου τοῦ Ζευξιδάμου Λακεδαιμονίων βασιλέως, ἀπέσχοντο τῶν λεγομένων μορίων Ἀθηνᾶς, ὡς καὶ Ἀνδροτίων φησί. Ἀνδροτίων φησὶν αὐτὸν (Κλέωνα) ἐπὶ Ἀλκαίου τεθνάναι. ... Κλέων ἀποθνήσκει ἐπὶ Ἀμινίου. Πρὸ τούτου δὲ Ἴσαρχος, ἐφ ̓ οὗ αἱ Νεφέλαι εἰσήχθησαν. Ὁ μέντοι Ἀνδροτίων ἐπὶ Ἀλκαίου, τοῦ μετὰ Ἀμινίαν, τὸν Κλέωνα δυσὶν ὕστερον ἔτεσι τεθνάναι τῆς τῶν Νεφελῶν διδασκαλίας.

---

ANDROTIO, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1125.tlg003.local002/.
