# Fragmenta 50-59

Androtio, Fragmenta, 50 to 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/androtio/fragmenta/50

Περὶ ταύτης τῆς μάχης Ὑπερίδης εἴρηκε. ... Καὶ παρὰ Ἐφόρῳ καὶ Ἀνδροτίωνι ἱστορεῖται, ὡς ἐνίκησαν τοὺς Ἀθναίους Λακεδαιμόνιοι σφόδρα. Γνώριμα δικαστήρια ἡ Ἡλιαία ... τὸ Μητίχου κάλλιον, οὗ μνημονεύει Ἀνδροτίων. ... Τὸ δὲ Μητίχου δικαστήριον μέγα οὕτω κληθὲν ἀπὸ ἀρχιτέκτονος Μητίχου, ἐδίκαζον δὲ οἱ ὑπὲρ τριάκοντα ἔτη, ἐκ τῶν ἐπιτίμων καὶ μὴ ὀφειλόντων τῷ δημοσίῳ. Αἰτωλία. ... Εστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων ἐν Ἀτθίδος. Βολισσὸς, πόλις Αἰολικὴ ἐπ ̓ ἄκρου, Χίου πλησίον. ... Ἀνδροτίων δὲ δι ̓ ἑνὸς σ γράφει. Ἐπαρίται, ἔθνος Ἀρκαδίας. ... Περὶ δὲ τοῦ /θνους Ξενοφῶν (Hell. VII, 4, 33, 36) καὶ Ἔφορος (v. fr. 139) καὶ Ἀνδροτίων φασίν. Θυρέα ... Ἔστι καὶ Ἀκαρνανίας Θυρίον διὰ τοῦ ι. Τὸ ἐθνικὸν Θυριεὺς, ὡς Σουνιεύς. Ἀνδροτίων δὲ Θούριός φησι. Ἰτέα, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ὁ δημότης Ἰτεαῖος. Ἀνδροτίων δὲ τρισυλλαβῶς ἔφη. Κρωπία, δῆμος τῆς Λεοντίδος φυλῆς. ... Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον. Οἰνοῦς, πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος. Βρισαῖος, οὕτως ὁ Διόνυσος· καὶ εἰ μὲν διὰ τοῦ ι, παρὰ τὸ βρίζειν ἐστὶν, ὁ ὁρμητικός· εἰ δὲ διὰ τοῦ η, ἀπὸ ἄκρας Λεσβιακῆς Βρήσης, ἧς μέμνηται Ἀνδροτίων· ὅτι τὸ ἱερὸν τοῦ θεοῦ ἐν τῇ Βρίσῃ φησὶν ἱδρῦσθαι ὑπὸ Μάκαρος.

---

ANDROTIO, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1125.tlg003.local002/.
