Ancient Greek · ~26 min
ΑΛΕΞΙΑΣ ΙΔ.
Anna Comnena, Ἀλεξιάδα 1.1-13
Not analysed yet
Τῶν οὖν δεδογμένων τῷ αὐτοκρότορι πέρας ἐσχηκότων τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον ἔγγραφον συφωνίαν ἐνόρκως ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τις λόγχης, δι’ ἧς τὴν τοῦ σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκαμένην ἐπάνοδον ἠτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ᾿ αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδᾶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δέ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτήσαιντο, ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύσεσθαι. ταῦτα αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκατατιθέμενον ταῖς τούτων αἰτήσεσιν εἶχεν εὐθύς. τιμηθεὶς οὖν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τὸ οἰκεῖον ἐπανέτρεχε στράτευμα. συναπῄει δέ τούτῳ καὶ Κωνσταντῖονος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν Κατακαλών, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἔν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπεδεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις σεῖς παρέχοι αὐτοῖς. καταλαβὼν οὑν τὴν ἰδίαν παρεμβολὴν καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ’ αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος εἰς μονῆρες εἰσελθὼν τὴν Λογγιβαρδίαν κατέλαβεν. οὐ πλείω δέ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. ὁ δέ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ’ αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. ἐπανελτοῦ θὼν δέ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογιζόμενος αὖθις, ὅπως τὰ κατὰ τὴν παραλίαν Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι ἠρίπωσαν, ἐν δεινῷ ἐποιεῖτο, εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρώην ἀποδοίη κόσμον καὶ τοὺς ἁπανταχῆ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο. οὐ μὴν ἀλλ’ οὐδὲ περὶ τῆς του Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δέ καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλοις, πρὸς δὲ τοῖς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρατιωτικῆς παιδείας πάμπαν ἀμύητος· οἵτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ἤδει οἵτε θυρεῷ σκέπεσθαι· τἀλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μηχανημάτων τοὺς πολεμίοις ἡττᾶν) οἶτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. γινώσκων οὐν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ), πείθεται διὰ ταῦτα καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεὶ τὰς ἐπιχειρήσεις ποιεῖσθαι. ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλωϊσί μενος πορθμὸν καταλαμβάνει τὸ Ἀτραμύτιον. πόλις δὲ πρώην μὲν ἦν πολυανθρωποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐληΐζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε. τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαί ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησέ τε καὶ εἰς τὸ πρότερον ἀποκατέστησε σχῆμα τούς τε ἐποίκους ἁπανταχόθεν ἀνεκαλέσατο, ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσώζοντο, καὶ ἐξ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισέ τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τῷ τότε ἐνδιατρίβειν ἀπόμοιραν τῶν ὑπ᾿ αὐτὸν δυνάμεων ἀποδιελόμενος ἐξέπεμψε κατ᾿ αὐτῶν. οἳ καὶ καταλαβόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ᾿ αὐτῶν συνάψαντες τὴν νικῶσαν εἶχον παραυτίκα· ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο, ὡς καὶ τὰ νεογνὸ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας· πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν ἄγοντες πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν. οἱ δὲ γε καταλειφθέντες Τοῦρκοι μελενδυτήσαντες καὶ τὰς σφῶν συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλος βουλόμενοι ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώων γοερὸν ἀνοιμώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγούμενοι κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινοῦντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ ἐγχειρήματος. ἀρχισατραπης δέ τις ᾿Ασὰν τὴν κλῆσιν, ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοῦς μεταπεμψάμενος, ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλάδιας παραστῆναι τὸ ὑπ᾿ αὐτὸν στράτευμα, κατ᾿ αὐτοῦ ἔξεισι. δεινὸς δὲ ὢν ἀνὴρ ὁ Εὐμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ᾿ ἀναπεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῆ ἔπεμπε καὶ ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέπεμπεν ἄλλους καὶ πρὸς ἐγρήγορσιν ἀνηρέθιζεν, ὥστε παννύχους ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιάδας περιαθρεῖν. τούτων οἶν τις πόρρωθεν τὸ Τουρκικὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. ἁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσήπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας ωλ ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἡχεῖν· καὶ ἁπλῶς ἐν σχήματι τὴν πόλιν κατεστήσατο, ὥστε πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις. ὁ δέ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ Παρέμεινεν ἡμέραις. ὡς δέ οὐδεὶς τῶν ἐντὸς ἄνωθεν προκύπτων ἐφαίνετο, αἱ δέ πύλαι εἶχον ἀσφάλειαν, ἑλεπόλεις δέ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετροβόλα ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν πολλὴν ἀσθένειαν καταψηφισάμενος τῶν ἐντὸς ἄλλην ἀτραπὸν ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. δέκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξαπέστειλεν, ἑτέρας δέ . . . . . ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμφαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ Χλιαρὰ καὶ τὴν Πέργαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην ἀπερχομένοις ὁ μέντοι Φιλοκάλης διαγνοὺς τὸ Ἀσὰν ἐπιχείρημα ἁπάσας τὰς ὑπ’ αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ὑπνώττοντας ἀπεριμερίμνως καταλαμβόἐκέλευε νουσι ναὶ ἐπεισπεσόντες τούτοις αὐγαζούσης ἡμέρας ἀφειδῶς κατέσφαττον· τοὺς δέ παρ’ αὐτῶν κατεχομένους δορυαλά τους ἐρρύσαντο ἅπαντας. κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμφαιον ἀπερχομένοις Τούρκους ἐδίωξαν· διεκδραμόοντες δέ καί τινες ἀπό τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων κεράτων τὸν κατ᾿ αὐτῶν συγκροτήσαντες πόεμον κράτος ἐνίκησαν. καὶ πολλοὺς μέν κτείνουσι, πολλοὺς δὲ κὼ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀλπετπνίγησαν. ποταμὸς δέ οὗτος περὶ Φρυγίαν, σκολιώτατος ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. δαρρήσαντες δέ κἀπὶ τῇ δευτέρᾳ νίκη τοὺς ἐπιλοίπους ἐδίωκον. ἀλλ’ οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων πορρωτάτω γενέσθαι τούτων. εἶθ’ οὕτως ἐπανῆλθον πρὸς Φιλασέλφειαν. ὁ δέ γε Εὐμάθιος τούτους θεασάμενος καὶ μεμαθηκώς, ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.