Ancient Greek · ~29 min
ΑΛΕΞΙΑΣ Α.
Anna Comnena, Ἀλεξιάδα 13.1
Not analysed yet
Ξυμπίπτει δὲ μεταξὺ καί τι τοιοῦτον, ὅπερ ἄξιον ἀφηγήσασθαι. ἔστι γὰρ καὶ τοῦτο εἰς εὐφημίαν τούτου καὶ εὐτυχίαν ἀναφερόμενον. καὶ γὰρ καὶ τοὺς τῆς δύσεως ἅπαντας ἀρχηγοὺς ἀναχαιτίζεσθαι τῆς πρὸς τοῦτον φορᾶς σφόδρα τῆς τῶν πραγμάτων εὐροίας τῷ βαρβάρῳ λογίζομαι ἁπανταχόθεν τῆς τύχης αὐτῷ συνεργούρης καὶ ἐπαιρούσης εἰς τυραννίδα καὶ πὰν τὸ ἐπωφελὲς περαιουμένης. ὁ γάρ τοι πἀπας τῆς Ῥώμης (γενναία δὲ αὕτη ἀρχὴ καὶ στρατεύμασι παντοδαποῖς περιφραττομένη )μετὰ τοῦ ῥῆγός Ἀλαμανίας Ἐενρίχου διαφορὰν ἐσχηκώς, ἐβούλετο πρὸς συμμαχίαν ἑλκῦσαι σᾶι Ῥομπέρτον ἤδη περιφανέστατον γεγονότα καὶ πρὸς με- γάλας ἀρχὰς ἀκμάσαντα. ἡ δὲ διαφορὰ ῥηγός τε καὶ πάπα τοιαύτη τις ἦν. ὁ μὲν γὰρ κατῃτιᾶτο τὸν ῥῆγα Ἐνέριχον ὡς τὰς ἐκκλησίας οὐ προῖκα διδόντα, ἀλλὰ δωρημάτων ἀποδιδόμενον καί που καὶ ἀναξίοις ἀνδράσι τὴν ἀρχιερωσύνην καταπιστεύοντα, καὶ τοιούτων ἐγκλημάτων ἐδίωκεν. ὁ δέ γε ῥἤξ Ἀλαμανίας τυραννίδος τὸν πάπαν ἐγράφετο ,ὡς ἄτερ γνώμης αὐτοῦ τὸν ἀποστολικὸν ἐξαρπάσοι θρόνον. καί που καὶ ἀπηναισχυντήκει πρὸς τοῦτον κὼ ἰταμωτέροις ἐχρήσατο λόγοις, ὡς εἰ μὴ ἐκσταίη τῆς αὐθαιρέτου προεδρίας, μεθ’ ὕβρεως ἐκεῖθεν ἀπελαθήσεται. τούτων οὖν ἀκούσας ὁ πάπας τῶν λόγων ,κατὰ τῶν πρέσβεων εὐθὺς ἐμεμήνει, καὶ αἰκισάμενος πρότερον ἀπανθρώπως, εἰτα καἰ κείρας τὰς κεφαλὰς καὶ ἐῖκείρας τοὺς πώγωνας, τὰς μὲν ψαλίσι ξυρῷ δὲ τοὺς πώγωνας, καὶ ἄλλο τι προσεργεασάμενος προεδρίας, καὶ βαρβαρικὴν ὕβριν ὑπερελαῦνον, ἀφῆκεν· εἶπον ἂν καὶ τὴν ὕβριν, εἰ μή με κὼ γυναικεία καὶ βασιλικὴ ἐπεῖχεν αἰδώς. ἐκεῖνο γὰρ οὐχ ὅπως ἀνάξιον ἀρχιερέως τὸ παρ’ ἐκείνου πρα- χθέν, ἀλλ’ οὐδ’ ὅλως ἀνθρώπου Χριστιανικὸν ἐπιφερομένου τοὔνομα ,καὶ ἐβδελυξάμην καὶ τὸ ἐνθύμημα τοῦ βαρβάρου, μήτοι γε τοὖργον ,ἔπει καὶ τὸν γραφέα κάλαμον καί τὸν χάρτην ἐμόλυνα ἄν, εἰ τὸ πραχθὲν κατὰ μέρος διεξῄειν. ἀλλ’ εἰς παράστασιν καὶ βαρβαρικῆς ὕβρεως καὶ ὅτι ὁ χρόδωρήματα νος ῥέων ἤθη ἀνδρῶν παντοδαπὰ πρὸς κακίαν ἀναφύει κω πάντολμα ,ἀρκέσει αὐτὸ τοῦτο τὸ μηδὲ μικρόν τι τοῦ πραχθέντος ἀνασχέσθαι ἡμᾶς παρεμφῆναι ἢ διηγήσασθαι, καἰ ταῦτα ἀρχιερέως, ὡ δίκη καἰ ταῦτα πρώτου ἀρχιερέως, καἰ ταῦτα προκαθημένου τῆς οἰκουμένης ἁπάσης γενομένου, ὥσπερ οὖν καὶ οἱ Λατῖνοι λέγουσί τε καὶ οἴονται· ἔστι γὰρ καὶ τοῦτο τῆς ἀλαζονείας αὐτῶν. μεταπεπτωκότων γὰρ τῶν σκήπτρων ἐκεῖθεν ἐνθάδε εἰς τὴν ἡμεδαπήν τε καὶ ἡμετέραν βασιλίδα πόλιν καὶ δὴ καὶ τῆς συγκλήτου καὶ ἅμα πάσης τῆς τάξεως ,μεταπέπτωκε καὶ ἡ τῶν θρόνων ἄρχιερατικὴ τάξις. καὶ δεδώκασιν οἱ ἀνέκαθεν βασιλεῖς τὰ πρεσβεῖα τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως, καὶ μάλιστα ἡ ἐν Χαλκηδόνι σύνοδος εἰς περιωπὴν πρωτίστην τὸν Κωνσταντινουπόλεως ἀναβιβασαμένη, τὰς ἀνὰ τὴν οἰκουμένην διοικήσεις ἀπάσας ὑπὸ τοῦτον ἐτάξατο. μήποτε οὖν ἡ τοιαύτη πρὸς τούς πρέσβεας ὕβρις ἀνεφέρετο πρὸς τὸν πεπομφότα οὖσα ,οὐ μόνον ὅτι τούτους ἐκόλασεν ,ἀλλ’ ὅτι καὶ καινὴν τινα τὴν εἰς αὐτοὺς γενομένην ὕβριν αὐτὸς πρῶτος ἐξεύρατο. ᾐνίττετο γὰρ δι’ ὧν ἐποίει τὸ τοῦ ῥῆγός, ὡς οἶμαι ,εὐκαταφρόντητον, ὥσπερ τις ἡμίθεος ἡμιόνῳ διαλεγόμενος διὰ τῶν καθυβρισμένων τουτωνὶ πρέσβεων. ὁ μὲν οὖν πάπας ἐπειδὴ ταῦτα πεπρυχὼς καὶ τοὺς πρέσβεις οὕτως, ὡς εἶπον, ἀποπεμψάμενος πρὸς τὸν ῥῆγα, μέγιστον πόλεμον ἀνηρέθισεν· ἵνα δὲ μὴ τῷ Ῥομπέρτῳ προσθέμενος ὁ ῥὴξ ἀφορητότερος γένοιτο φθάνει τὰ πρὸς εἰρήνην τῷ Ῥομπέρτῳ διακηρυκευσάμενος οὐδὲ πρότερον φιλίως διακείμενος πρὸς αὐτόν. πυθόμενος γὰρ τὸν δοῦκα Ῥομπέρτον κατειληφότα τὴν Σάλερνον, ἀπάρας ἐκεῖνος τῆς Ῥώμης εἰς Βενεβενδὸν παραγίνεται. καὶ διὰ πρέσβεων πρὸς ἀλλήλους διαλεχθέντες, εἰν οὕτως κὼ αὐτοπροσώπως ἐντετυχηκότες ἀλλήλοις · καὶ γὰρ ὁ μὲν τῆς Βενεβενδοῦ μετὰ τοῦ οἰκείου ξυντάγματος, ὁ δὲ τῆς Σαλέρνου μετὰ στρατιᾶς ἔξιόντες, κᾆθ’ οὕτως τῶν στρατευμάτων γεγονόων ἐκ διαστήματος ἱκανοῦ ,ἑκάτερος τοῦ οἰκείου τάγματος ἀποστάς, συνηλθέτην τε τὼ ἄνδρε καὶ πίστεις παρ’ ἀλλήλων καὶ ὅρκους λαβόντες ὑπέστρεψαν. οἱ δὲ ὅρκοι, ἕν ὁ μὲν πάπας τήν τε τοῦ ῥηγὸς ἄξίαν περιθείη αὐτῷ καὶ συμμαχίαν δοιή καιροῦ καλοῦντος κατὰ Ῥωμαίων· ὁ δὲ δοὺξ ἀνδορκίζετο τῷ πάπᾳ προσβοηθεῖν ὅποι βούλοιτο. μάταια δ’ ἄρα ἦσαν τὰ τῶν ὅρκων παρ’ ἀμφοτέρων τελούμενα. ὅ τε γὰρ πάπας κατὰ τοῦ ῥηγὸς εὖ μάλα παρώξυντο καὶ ὁ πρὸς ἐκεῖνον πόνος κατήπειγεν, ὅ τε δοὺκ Ῥομπέρτος τῇ Ῥωμαίων ἐπωφθαλμία καὶ ὡσπερ τις κάπρος ἄγριος τοὺς ὀδόντας κάτα τούτων ἐτετρίγει τε καὶ τὸν θυμὸν ἔθηγεν, ὥστε μέχρι λόγων οἱ ὅρκοι τούτων. καὶ ὀμνύντες αὐτίκα τὸ πρὸς ἀλλήλους οἰ βάρβαροι, τὸ παραυτίκα καί παρεσπόνδουν. ὁ μὲν δοὕξ Ῥομπέρτος συστρέψας τοὺς χαλινοὺς ἰπὶ τὴν Σάλερνον ἔσπευδεν, δεν, ὁ δὲ κατάπτυστος οὗτος πάπας οὐδὲ γὰρ ἔχω τι ποτ’ ἂν ἄλλο τοῦτον ἐπονομάζειν, τὴν ἀπάνθρωπον ἐκείνην ὕβριν ἐνθυμηθεῖσα τὴν εἰς τοὺς πρέσβεας,) μετὰ πνευματικῆς χάριτος καὶ εὐαγγελικῆς εἰρήνης ἰπὶ τὸν πόλεμον ὁ δεσπότης ἐχώρει ὅλῃ γνώμῃ καὶ ὅλαις χερσὶ τὸν ἐμφύλιον, ὁ εἰρηνικὸς ταῦτα καἰ τοῦ εἰμηνικοῦ μαθητής. τοὺς γὰρ Σάξονας αὐτίκα καὶ τοὺς Σαξόνων ἡγεμόνας Λαντοῦλφόν τε καὶ Οὐέλκον μεταπεμψάμενος καὶ πολλὰ μὲν καὶ ἄλλα ἐν ὑποσχέσεσιν ὑποτείνας καὶ ῥῆγας ποιήσειν τῆς ἑσπέρας ἁπάσης ἐπαγγειλάμενος, εἰς ἑαυτὸν ὑποσύρει τοὺς ἄνδρας. οὕτως ἑκεῖνος εὔκολον εἶχε τὴν δεξιὰν εἰς χειροθεσίαν ῥηγῶν, τοῦ πω. λοῦ παρακούων, ὡς ἔοικε, “χεῖρας ταχέως μηδενὶ ἐπιτίθει" λέγοντος· ὁ δὲ τὸν δοῦκα Λογγιβαρδίας ἐταινίου καὶ τοὺς Σάξονας τούτους ἔστεφε. συναγηοχότος τοίνυν ἑκατέρου τὰς δυνάμεις αὐτῶν, τοῦ τε ῥῆγός Ἀλαμανίας Ἐνερίχου καὶ τοῦ πάπα, καὶ πρὸς ἀλλήλους παραταξαμένων ἥ τε κερατίνη σάλπιγξ τὸ ἐνδόσιμον ἐδεδώκει καὶ συνερράγησαν εὐθὺς αἰ φάλαγγες καὶ μάχη ἐξ ἐκατέρων ἀνερριπίσθη μεγάλη καὶ παραμόνιμος. ἐπὶ τοσοῦτον γὰρ ἐξ ἑκατέρου μέρους ἠνδρίσαντο καὶ ταῖς ἀπὸ τῶν δοράτων τρώσεσι καὶ τοξευμάτων βολαῖς ἐνεκαρτέρησαν, ὡς ἐν βραχεῖ χρόνῳ πᾶσαν τὴν ὑποκειμένην πεδιάδα ὑπὸ τῶν αἱμάτων ὦν ἀπὸ τῶν φόνων ἐνδαλαττεύεσθαι καὶ τοὺς ὑπολοίπους ἄνδρας ἐμπλέοντας ἐμπλέοντας πολλῶ λύθρῳ μάχεσθαι· ἔστιν ὅπου καὶ τοῖς νεκροῖς σώμασι συμποδιζομένους διαπίπτειν καὶ τῷ ποταμῷ τῶν αἱμάτων ἐμπνίγεσθαι. εἰ γὰρ ὑπὲρ τὰς τριάκοντα χιλιάδας χιλιάδας κατ’ ἐκείνην τὴν μάχην, ὥς φασιν, ἐπεπτώκεισαν, πόσος ῥοῦς αἵματος κατερρύη, πόσον διάστημα γῆς τῷ λύθρῳ πεπάλακτο. εἶχον οὖν, ὡς οὕτως εἰπεῖν, ὤας ὑσμίνῃ τὰς κεφαλὰς καὶ ἑκατέρα μερὶς. ἕως ὁ τῶν Σαξόνων ἡγεμὼν Λαντοῦλγφος διεῖπε τὸν πόλεμον. ἐπεὶ δὲ ἐκεῖνος καιρίαν ἐβλήθη καὶ αὐτίκα τίν ψυχὴν ἀφῆκεν, ἔκλινεν ἡ φάλαγξ τοῦ πάπα καὶ τὰ νῶτα τοῖς ἐχθροῖς ἐδεδώκει ,οὐκ ἀναιμάκτως, οὐδ’ ἄνευ τραυμάτων φεύγοντες. ἔφεπε δὲ τούτους κλονέων ὁ Ἐνέριχος καὶ μάλα θαρρήσας τὴν μεταδίωξιν, ἐξότου καὶ τὸν Λαντοῦλφον ἐπύθετο πεπτωκότα καὶ πολεμίας χειρὸς ἔργον γεγενημένον. ἀλλ’ ἔστη τοῦ δρόμου καὶ ἀναπνεῖν ἐπέταττε τὰ στρατεύματα. κὼ ἔξοπλισάμενος αὖθις ἐπὶ τὴν Ῥώμην ἔσπευδε ,πολιορκήσειν αὐτὴν προθυμούμενος. ἐνθύμιον ἐνταῦθα λαμβάνει ὁ πάπας τὰς συνθήκας καὶ τοὺς ὁρκους τοῦ Ῥομπέρτου καὶ διαπρεσβεύεται πρὸς αὐτόν, εἰς συμμαχίαν ἀποπειρώμενος. καὶ δὴ κατὰ ταὐτὸν καὶ ὁ Ἐνέριχος συμμαχίαν ἐζήτει πέμψας, κατὰ τῆς πρεσβυτάτης Ῥώμης ὁρμώμενος. ἀλλ’ ἔδοξεν ἑκάτερος τότε Ῥομπέρτῳ λῆρος τοιαῦτα ἐπιζητῶν· ἐκεῖνος δὲ πρὸς μὲν τὸν ῥῆγα ἄλλον τρόπον καἰ ἀγράφως ἀπε- κρίνατο ,πρὸς δὲ τὸν πάπαν ἐπιστολὴν διεχάραξεν. εἶχε τὰ τῆς ἐπιστολῆς ὧδέ πως. μεγάλῳ ἀρχιερεῖ κὼ κυρίῳ μου Ῥομπέρτος δοὺξ ἐν θεῷ. τὴν γεγενημένην κατὰ σοῦ τῶν ἐχθρῶν ἔφοδον διακηκοώς ,οὐ πάνυ τι τῇ ἀκοῇ προσθέμην, εἰδὼς ὡς οὐκ ἄν τις τολμήσειεν ἀντᾶραι σοι χεῖρας. τίς γὰρ κατὰ τοσούτου πατρὸς ἐπιχειρήσειεν, εἰ μὴ μαίνοιτο; ἐμὲ δὲ ἲς πρὸς πόλεμον βαρύτατον ἐ· ξοπλιζόμενον κὼ πρὸς ἔθνος δυσκαταγώνιστον. Ῥωμαῖοι γάρ εἰσι πρὸς οὑς ἑ πόλεμος, οἳ πᾶσαν γῆν καὶ θάλασσαν τροπαίων ἐνέπλησαν. σοὶ δὲ ἀλλ’ ἀπὸ ψυχῆς βαθείας πίστιν ὀφείλω ,ἤν καὶ καιροῦ καλοῦντος παράσχοιμι." οὕτως ἐκεῖνος καὶ ἀμφοτέρων τῶν εἰς συμμαχίαν καλούντων τοὺς πρέσβεις ,τοὺς μὲν τῇ ἐπιστολῇ ταύτῃ ,τοὺς δὲ πιθανοῖς τισι λόγοις διακρουσάμενος ἀπεπέμψατο.