# Ἀλεξιάδα 2.1-13

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΣ ΙΔ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/2.1-13

Μετὰ δέ τὴν τοῦ Βαϊμούντου τελευτὴν ἐπειδὴ ὁ Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταίτης ἀλλοτριῶν, ὁ βασιλεὺς ἐν ταὐτῷ κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένοις ὅρκους τῶν βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δ’ ἐπεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστραχηλοτάτοις αὐτοῖς ἐγτυγχάνων ἀεὶ καὶ καταπίκροις ἀνδράσι, πολλὰ δέ Ῥωμαϊκὰ στρατεύματα τούτοις συνεκπέμπων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μέν, ἵνα μὴ Τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ’, ὅπως καὶ ὑφ’ ἡμῶν συγκροτούμενοι τὰς μὲν πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δέ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύνοιντο, ἀπήντησε δὲ οὐδέν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων καὶ δωρεῶν τῇ Ῥωμαίων ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ’ ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ φῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι. τὸ γὰρ ἐκείνου μέν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπέρ αὐτῶν φροντίδα καὶ τῶν παρ’ αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδέν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους λογίζεσθαι τὸ ἐκνίκυμα ἴδιον τὰς πρὸς αὐτῶν συνθήκας καὶ τοὺς ὅρκους ἀθετήσαντας καὶ παρ᾿ οὐδέν λογισαμένοις διεσππάραττεν αὐτοῦ τὴν ψυχή, καὶ οὐκ εἶχεν ὅπως ἐνέποι τὴν ὕβριν. ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρὲ διεπἀλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονόμενος, ἀλλὰμετελεύσεται τοῦτον καὶ τῆς εἰς ῾Ρμαίους ἀχαριστίας· δεινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρημάτων μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν ῾Ρωμαϊκῶν συνταγμάτων ἕνεκα Σειρί ἁπάσης καὶ τῆς ᾿Αν- τιοχείας αὐτῆς σπεύδων ὅλῃ χειρὶ καὶ γνώμη τὰ ὅρω πλατῦναι τῆς ῾Ρωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴη τῶν ἐκείνου καὶ χρημάτωνκαὶ πόνων. ταῦτα διαπρεσβευσαμένου τοῦ αὐτοκράτορος ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος οἰδ᾿ ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ᾿ ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια ἔλεγέ τε διαρρήδην καὶ ἐξετραγῴδει τὴν δύναμιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐδ᾿ ἄν, εἴ τι γένοιτο, μεθήσειν τὴν Ἀντιόχιαν διϊσχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντιμάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν μέγαν τὸν Ἀσσύριον καὶ ὥσπερ τινὰ γίγαντα μέγαν καὶ ἀνυπόστατον ἄχθος ἀρούρης ἑστῶτα τῇ γῇ, τοὺς δὲ Ῥωμαίους ξύμπαντας μύρμηκας ἐλογίζετο καὶ τῶν ζώων τὰ ἀσθενέστατα. ἐκεῖθεν δέ τῶν πρέσβεων ἀπανελδθόντων καὶ τὴν τοῦ Κελτοῦ ἀπόνοιαν διηγησαμένων πλήρης ὁ βασιλεὺς ἐγεγόνει θυμοῦ καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλ’ ἤθελε παραχρῆμα τὴν Ἀντιόχου ἀναζητεῖν. συναγαγὼν οὖν τοὺς ἐλλογιμώτατους τοῦ στρατιωτικοῦ καταλόγου καὶ ἅπαντας τῆς συγκλήτου βουλῆς βουλὴν ἐξ ἁπάντων ἠτεῖτο. ἅπαντες δὲ τηνικαῦτα ἀνένευον πρὸς τὴν κατὰ τοῦ Ταγγρὲ τοῦ αὐτοκράτορος ἀπέλευσιν δέον λέγοντες πρότερον τοὺς ἄλλους ὑποποιήσασθαι κόμητας τοὺς κατὰ τὰς περικειμένας τῇ Ἀντιόχου πόλει ἐξουσιάζοντας καὶ αὐτὸν δὴ τὸν ῥῆγα Ἱεροσολύμων Βαλδουῖνον καὶ τὰς τούτων γνώμας εἰ συνεπαρῆξαι ἀπελθόντι αὐτῷ βούλοιντο κατὰ τῆς Ἀντιόχου, καὶ εἰ μὲν γνοίη τούτους κατὰ τοῦ Ταγγρὲ ἔχοντας, τότε ἀποθαρρῆσαι τὴν κατ’ αὐτοῦ ἔλευσιν, εἰ δέ μή, ἄλλως μετελθεῖν τὰ κατὰ τὴν Ἀντιόχου. ὁ δὲ αὐτοκράτωρ τὴν βουλὴν ταύτην ἐπαινέσας αὐτίκα μεταπεμψάμενος Μανουὴν τὸν Βουτουμίτην καί τινα ἕτερον τῆς Λατινικῆς εἰδήμονα διαλέκτου πρὸς τοὺς κόμητας καὶ τὸν ῥῆγα Ἱεροσολύμων ἐξέπεμψε πολλὰ τούτοις ὑποθέμενος, περὶ ὧν αἰτοῖς τε χρὴ ὁμιλῆσαι καὶ αὐτῷ δὴ τῷ ῥηγὶ Ἱεροσολύμων Βαλδουίνῳ. ἐπεὶ δὲ καὶ χρεία χρημάτων ἀποστολῆς πρὸς αὐτοὺς ἀπαραίτητος ἠν διὰ τὸ τῶν Λατίνων ἐρασιχρήματον, προστάγματα πρὸς τὸν τηνικαῦτα δοῦκα Κύπροι Εὐμάθιον τὸν Φιλοκάλην ἐνεχείρισε τῷ Βουτουμίτῃ διαλαμβάνοντα, ὅπως καὶ πλοῖα δοίη τούτοις ὁπόσων ἐν χρείᾳ γένοιντο· ἅμα δὲ παρεκελεύετο τούτῳ καὶ χρήματα πολλὰ καὶ παντοδαπὰ καὶ ἀπὸ πάσης ἰδέας καὶ εἰκονίσματος παντοδαπῶν ποιοτήτων εἰς τὰς πρὸς τοὺς κόμητας δόσεις. ἐπέσκηψε δὲ τοῖς ἤδη ῥηθεῖσι καὶ μᾶλλον Μανουὴλ τῷ Βουτουμίτῃ, ὡς ἂν τὰ μὲν χρήματα ἀναλαβόμενοι ἀπὸ τοῦ Φιλοκάλου εἰς Τρίπολιν προσορμίσωσι τὰς ἰδίας ναῦς καὶ θεασάμενοι Πελκτράνον κόμητα τὸν υἱὸν τοῦ Ἰσαγγέλη, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἀναμνήσωσι τῆς τοῦ πατρὸς αὐτοῦ πίστεως, ἣν πρὸς τὸν ἐτήρησεν, ἅμα δὲ καὶ τὰς βασιλικὰς ἐγχειρίσωσιν αὐτῷ γραφὰς καὶ ἐξείποιεν πρὸς αὐτὸν ὡς “οὐ χρή σε δεύτερον τοῦ ἰδίου πατρὸς ὀφθῆναι, ἀλλ’ ὁμοίαν καὶ αὐτὸν τὴν πρὸς ἡμᾶς διατηρῆσαι πίστιν. ἐμὲ δέ ἴσθι καταλαμβάνειν ἤδη τὴν Ἀντιόχειαν ἑαυτὸν ἐκδικήσοντα εἰς τὸν μήτε Θεὸν μήτε εἰς ἐμὲ τοὺς φρικτοὺς ἐκείνοις τηρήσαντα ὅρκους. σὺ δὲ πρὸς τῷ μηδαμῶς αὐτῷ ἐπαρῆξαι σπεῦσον καὶ τοὺς κόμητας πρὸς τὴν ἡμετέραν πίστιν ἐφελκύσασθαι, ὡς μὴ διὰ οἱουδήτινος τρόπου ἀντιλήψεσθαι τοῦ Ταγγρέ.” καταλαμβάνουσι τοιγαροῦν τὴν Κύπρον καὶ ἀναλαβόμενοι ἐκεῖθεν τὰ χρήματα καὶ ὁπόσας ἤθελον νῆας εὐθὺ Τριπόλεως πλέουσι. προσορμίσαντες δὲ εἰς τὸν αὐτῆς λιμένα τὰς ναῦς καὶ τῶν νηῶν ἀποβεβηκότες ἐντυγχάνουσι τῷ Πελκτράνῳ καὶ ἀπεστομάτισαν ὁπόσα πρὸς τοῦ βασιλέως παρηγγέλθησαν. ὡς δέ τοῦτον ἐπιρρεπῆ τε καὶ ἕτοιμον πρὸς πᾶν θέλημα τοῦ αὐτοκράτορος ἑώρων καὶ θάνατον ὑπέρ αὐτοῦ προθύμως ἑλέσθαι, εἰ καὶ τούτου δεήσει, ἐπαγγελλόμενον ναὶ μὴν καὶ εἰς προσκύνησιν αὐτοῦ ἐληλυθέναι, ἐπειδὰν ἐν τοῖς μέρεσι τῆς Ἀντιόχου ἀφίκηται, μετὰ τῆς αὐτοῦ γνώμης ἅπερ ἐπεφέροντο χρήματα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας. ἐδεδίει γὰρ μὴ ἐπιφερομένους αὐτοὺς τὰ χρήματα οἱ κόμητες διαγνόντες αὐτὰ μὲν ἀναλάβωνται, δέ κενοὺς ἀποπέμψαιεν, τοῖς δὲ χρήμασιν ὑπὲρ ἑαυτῶν καὶ τοῦ Ταλλρὲ χρήσαιντο. δέον οὖν ἐλογίσατο κενοὺς ἀπελθόντας πρότερον τὴν αὐτῶν ἐκπειρᾶσαι γνώμην ἀπαγγείλαντας ἅμα καὶ ὅσα παρὰ τοῦ αὐτοκράτορος ἐμηνύθη αὐτοῖς καὶ τὴν τῶν χρημάτων δόσιν ὑποσχέσθαι καὶ ὅρκον ἐξ αὐτῶν ἀπαιτῆσαι, εἴ που τέως τοῖς τοῖ, αὐτοκράτορος θελήμασιν ὑπεῖξαι βούλοιντο, κᾆθ’ οὕτως τὰ χρήματα αἰτοῖς ἐγχειρίσαι. οἱ μὲν οὖν ἀμφὶ τὸν Βουτουμίτην ταῦτα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο, καθά γε καὶ εἴρηται. ὁ δέ Βαλδουῖνος μεμαθηκὼς περὶ τῆς τουτωνὶ τῶν πρέσβεων εἰς Τρίπολιν ἀφίξεως τηνικαῦτα Σιμοῦντον τὸν ἴδιον ἐξάδελφον ἐφέσει χρημάτων προαρπάζων τὴν τούτων ἔλευσιν πέπομφε μετακαλούμενος αὐτούς. οἱ δὲ τὰ χρήματα αἰτοῦ που καταλιπόντες μετὰ τῆς τοῦ Πελκτράνου γνώμης εἵποντο τῷ ἀποσταλέντι ἐξ Ἱεροσολύμων Σιμούντῳ καὶ καταλαμβάνουσι τὸν Βαλδουῖνον πολιορκοῦντα κοῦντα τὴν Τυρὸν. ὁ δέ ἄσμενος αὐτοὺς παντοίας φιλοφροσύνης ἀξιώσας, ἐπεὶ κατὰ τὴν ἀπόκρεω τοῦτον κατέλαβον, κατεῖχεν αὐτοὺς δι’ ὅλης τῆς τεσσαρακοστῆς πολιορκῶν τὴν Τυρὸν, ὡς εἴρηται. ἐπεφρούρητο δὲ ἡ πόλις καὶ ἄλλοις μέν ἀρραγέσι τείχεσι καὶ δὴ καὶ τρισὶ προτειχίσμασι κύκλῳ ταύτην περιλαμβάνουσιν. ὁ μέν γὰρ ἐξώτατος κύκλος περιεῖχε τὸν δεύτερον, οὗτος δὲ τὸν ἐνδοτάτω καὶ τρίτον. καὶ ἦσαν καθόπερ τινὲς κύκλοι ἀλλήλους περιλαμβάνοντες καὶ περιζωννύντες τὴν πόλιν. ἀλλ’ ὅ γε Βαλδουῖνος ἔγνω πρότερον τὰ προτειχίσματα τοῦτα καταβαλεῖν, βαλεῖν, εἶθ’ οὕτω τὴν πόλιν ἑλεῖν· οἷα γάρ τῆς Τυροῦ προβεβλημένα τὴν πολιορκίαν ἀπεῖργον. ὁ δὲ διά τινων μηχανημάτων πορθητικῶν τήν τε πρώτην καὶ δευτέκαθάγε ραν ζώνην καθεῖλε καὶ τῆς τρίτης ἀπεπειρᾶτο. καὶ δὴ τὰς ἐπάλξεις αὐτῆς καθελὼν ἐς τὸ ἐφεξῆς ἐρρᾳθύμηκεν. εἷλε γὰρ ἂν καὶ ταύτην, εἴπερ ἐπέσπευσεν. ἀλλὰ διά τινων κλιμάκων οἰόμενος μετὰ ταῦτα ἐπιβῆναι τῆς πόλεως καὶ ὡς ἤδη ταύτην ἔχων εἰς χεῖρας πρὸς τὴν πολιορκίαν ἀνέπεσεν. ὅπερ τοῖς Σαρακηνοῖς σωτηρίαν προὐξένησε· καὶ ὁ μὲν τῆς νίκης τυγχάνων ἐγγύθεν ἐξεκρούσθη παρὰ πολύ, αὐτοὶ δέ ἐντὸς ἀρκύων τυγχάνοντες τῶν βρόχων ἀφήλλοντο. ὁ γὰρ μεταξὺ τῆς ἀμελείας τοῦ Βαλδουίνου χρόνος αὐτοῖς εἰς ἐπιμέλειαν γέγονεν ἀναπνεύσασι. πανουργεύονται δὲ καί τι τοιοῦτον. τῷ μέν δοκεῖν πρὸς εἰρηνικὰς σπονδὰς ἀφορῶσι καὶ διαπέμπονται πρὸς αὐτὸν τὴν εἰρήνην, ταῖς δὲ ἀληθείαις, ἐν ᾧ τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, εἰς ἄμυναν ηὐτρεπίζοντο ἐκεῖνον μὲν μετέωρον ταῖς ἐλπίσι ποιοῦντες, αὐτοὶ δέ D μηχανάς τινας συρράπτοντες κατ᾿ αὐτοῦ. ἑωρακότες γὰρ ἀσχολίαν πολλὴν τοῦ πολέμου καὶ ἀναπεπτωκότας τοὺς ἐξωθεν στρατιώτας ἐν νυκτὶ μιᾷ πολλοὺς ἀμφορεῖς ὀστρακίνους ἐμπλήσαντες ὑγρᾶς πίττης ῥίπτουσι κατὰ τῶν ἐφισταμένων τῇ πόλει μηχανημάτων. ὦν ἐξ ἀνάγκης περιεκέχυτο τὸ τοιοῦτον ὑγρὸν τοῖς ξύλοις. οἷς ἐπερρίπτουν δᾷδας ἡμμένας, εἶν αὖθις ἑτέρους ἀμφορεῖς φέροντας ἔνδον πολλὴν τὴν νάφθαν, ἥ ἐπιδραξαμένη τοῦ πυρὸς εὐθύς τε εἰς ἀέριον μετέβαλε φλόγα καὶ τὰς μηχανὰς αἰτῶν ἀπετέφρωσεν. ἅμα τε γὰρ ἡμέρα διέλαμπε καὶ τὸ πῦρ συνεξέλαμπεν ἀπὸ τῶν ξυλίνων χελωνῶν εἰς αἰθέρα πυργούμενον. καὶ οἱ μὲν περὶ τὸν Βαλδουῖνον τὰ τῆς ῥᾳθυμίας εἶχον ἐπίχειρα οἶς ἠμέλουν μεταμελόμενοι· ὁ γὰρ καπνὸς αὐτοὺς καὶ τὸ πῦρ τὸ γεγονὸς ἀνεδίδακεν· ἑάλωσαν δέ καί τινες τῶν περὶ τὰς χελώνας ὄντων, ἓξ στρατιῶται τὸν ἀριθμόν, ὁ Τύριος ἐκεῖνος θεασάμενος ἀρχηγὸς καὶ τὰς κεφαλὰς ἀποκόψας διὰ πετροβόλων ὀργάνων τῷ στρατεύματι τοῦ Βαλδουίνου ἀπεσφενδόνησε. ταῦτα θεασάμενοι τὸ στράτευμα πᾶν καὶ τὸ πῦρ καὶ τὰς κεφαλὰς μετ’ ἐκπλήξεως ἔφευγον τοῖς ἵπποις ἐποχηθέντες ὥσπερ ὑπὸ τῶν κεφαλῶν ἐκείνων ἐκδειματούμενοι, καίτοι τοῦ Βαλδουίνου πανταχόθεν ἐξιππαζομένου καὶ ἀνακαλουμένου τοὺς φε' γοντας καὶ παντοίως παραθαρρύνοντος. ἀλλὰ γὰρ ᾐδε παρὰ κωφοῖς· ἐκεῖνοι γὰρ καθάπαξ ἐκδεδωκότες ἑαυτοὺς εἰς φυγὴν ἀκατασχέτως εἴχοντο τοῦ δρόμοι καὶ πτηνοῦ παντὸς ἐφαίνοντο ταχινώτεροι. καὶ τέλος τοῦ δρόμου τούτοις τὸ φρούριον Ἄκε ἐγχωρίως καλούμενον· ἐκεῖνο γὰρ ἐγεγόνει τοῖς δειλοῖς δρομεῦσιν ἐκείνοις κρησφύγετον. ἀπειπάμενος δ’ οὖν καὶ ὁ Βαλδουῖνος καὶ τοῖς ὅλοις ἐξαπορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυοκαίδεκα δὲ ἦσαν αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης κεῖθι τὸν Βαλδουῖνον καταλαμβάνει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο · προσεπιβαλὼν δὲ τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε. τὸ δὲ ἄρα ἀληθές μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία, ἕν᾿ οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖθεν αὐτόν. ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ του τον ὡς ψευσάμενον κατεμέμψατο. προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι, ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς ληϊομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε, καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώσειε. ταῦτα τῷ Βουτουμιτῃ ὁ Βαλδουῖνος ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη “μετ” ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδόξαντα μετὰ πρέσ- βεων ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι.” ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. ὁ δέ Bουτουμίτης “εἴπερ βοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἀπαγγέλλεσθε τὸν ὅρκον, ὃν ἐν τῷ διέρχεσθαι πρὸς αἰτὸν ἐποιήσατε, φυλάττοντες καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῖτα λήψεσθε χρήματα”. ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δέ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρέ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο. τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἦθος· πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ χρήματα, πράττειν δὲ ὑπέρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αἰτῶ ἀπέλυσεν. ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ κατὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίοι τάφου ἐληλυθότι καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων, ἄπρακτοι ἐκεῖθεν ὑποχωρήσαντες καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελετράνῳ ἐντυχόντες ἐπεζήτουν τὰ κατατεθέντα παρ’ αὐτῶν εἰς τὴν ἐπισκοπὴ χρήματα. ὁ δὲ υἱὸς ἐκείνου καὶ ὁ Τριπόλεως ἐπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων παροχήν. οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον “εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῖ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελκτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. λοιπὸν οὐδὲ τὴν ἀπὸ Κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ λοιποῦ ἕξετε οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεδθε.” ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μέν διὰ μειλιχίων λόγων, πῆ δέ δι’ ἀπειλῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον, δεῖν ἐλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ορκισαι του αὐτοκράτορος καὶ οὐτῶ τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. ὁ δὲ λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτορος. τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δι’ αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε Δαμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. ἐκεῖθεν δέ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφὐλιον παραμείψαντες κόλπον τὸν πλοῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καὶ τὸν Ἑλλήσποντον διαβεβηκότες τὸν βασιλέα καταλαμβάνουσιν.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
