# Ἀλεξιάδα 3.1-12

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΣ ΙA.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/3.1-12

Ὁ δέ αὐτοκράτωρ ἔτι περὶ τὸν Πελεκάνον διατρίβων καὶ θέλων, ὁπόσοι μὴ ἔφθασαν τῶν κομήτων ὀμωμοκέναι ναὶ αὐτοὺς ὅρκια πρὸς αὐτὸν δοῦναι, ἐνετείλατο διὰ γραμμάτων τῷ Βουτουμίτῃ, συμβουλεῦσαι ἅπασι κοινῶς τοῖς κόμησι, μὴ πρὸ τοῦ συντάξασθαι τῷ βασιλεῖ τῆς πρὸς ’Αντιόχειαν φερούσης ὄψεσθαι· οὕτω γὰρ ἂν γένοιτο, τούτους καὶ πλειόνων αὖθις δωρεῶν τυχεῖν. ἁπάντων δέ πρῶτος ὁ Βαϊμοῦντος χρήματα καὶ δωρεὰς ἀκούσας τοῖς τοῦ Βουτουμίτου λόγοις παραυτίκα πεισθεὶς ἅπασι συνεβούλευε πρὸς τὸν βασιλέα ἐπανελεύσεσθαι, ὁποῖος ἐκεῖνος περὶ τὰς λήψεις ἀκάθεκτον ἔχων τὸν ἔρωτα. καταλαβόντας δὲ τούτους τὸν Πελεκάνον ὁ αὐτοκράτωρ μεγαλοπρεπῶς δέχεται πολλῆς κηδεμονίας ἀξιώσας· εἶτα συναγαγὼν αὐτοὺς ἔφη “τὸν ὅρκον ἐπίστασθε, ὃν πρὸς ἡμᾶς ἅπαντες ἐποιήσατε, καὶ εἰ μὴ Παραβάται ἀπεντεῦθέν ἐστε, ὁπόσους ἴστε μὴ ὀμωμοκότας, ξυμβουλεύσασθε τὸν αὐτὸν ὅρκον ἐπιτελέσαι”. οἱ δὲ παραχρῆμα μετεπέμποντο τοὺς μὴ ὀμωμοκότας. καὶ δὴ συνεληλύθεσαν ἅπαντες καὶ ἐπλήρουν τὸν ὅρκον. ὁ δὲ τοῦ Βαϊμούντου ἀνεψιάδης Ταγγρῆς, ἐλευθέρας ὢν γνώμης, ἐνίστατο μόνῳ τῷ Βαϊμούντῳ πίστιν χρεωστεῖν καὶ ταύτην φυλάξαι μέχρις αὐτοῦ θανάτου βούλεσθαι. ὀχλούμενος δέ ὑπὸ τῶν παρεστώτων καὶ αὐτῶν δὴ τῶν τοῦ βασιλέως συγγενῶν, ἀκκιζόμενος οἶον, ἐνατενίσας πρὸς τὴν σκηνήν, ἐν ᾑ ὁ βασιλεὺς προὐκάθητο (ἠν γὰρ κατὰ μέγεθος, ὁποίαν τότε οὐδεὶς ἐθεάσατο), “ἐὰν ταύτην” ἔφη “πλήρη χρημάτων μοι δώσεις καὶ ἄλλα ὁπόσα τοῖς ἅπασι δέδωκας κόμησι, τελέσω τὸν ὅρκον κἀγώ”. ὁ δέ Παλαιολόγος δἰ ὃν εἶχεν ὑπὲρ τοῦ αὐτοκράτορος ζῆλον μὴ ἐνεγκὼν τὸν τοῦ Ταγγρῆ λόγον ἐσχηματισμένον ὄντα ἐξουθενήσας αὐτὸν ἀπεπέμψατο. ὁ δὲ ἰταμώτατος ὢν ὥρμησε κατ’ αὐτοῦ. τοῦτο ἰδὼν ὁ βασιλεὺς ἐξαναστὰς τοῦ θρόνου μέσος ἔστη. καὶ ὁ Βαϊμοῦντος δὲ κατέσχε τοῦτον τῆς ὁρμῆς φάμενος ὡς “οὐ πρέπον ἐστὶ τοῖς τοῦ βασιλέως ἀναισχύντως προσφέρεσθαι συγγενέσιν’’. εἶτα αἰσχυνθεὶς οὕτω πρὸς τὸν Παλαιολόγον παροινήσας ὁ Ταγγρῆς, τὸ δέ τι καὶ ταῖς τοῦ Βαϊμούντου καὶ τῶν ἄλλων πεισθεὶς παραινέσεσι δίδωσι καὶ αὐτὸς ὅρκια· καὶ δὴ συνταξαμένων ἁπάντων τῷ βασιλεῖ παραδίδωσιν αἰτοῖς τὸν Τατίκιον μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων μέγαν τηνικαῦτα πριμικήριον χρηματίζοντα, πὴ μὲν συνεπαρήγοντα τούτοις ἐν πᾶσι καὶ προκινδυνεύοντα, πῆ δέ καὶ τῶν παρ’ αὐτῶν ἁλισκομένων πόλεων, εἴ γε καὶ τοῦτο δοίη Θεός, ἐπιδραττόμενον. διαπεράσαντες οὖν αὖθις οἱ Κελτοὶ τῇ μετ’ αὐτὴν τῆς πρὸς Ἀντιόχειαν εἴχοντο ἅπαντες. εἶτα στοχασάμενος ὁ βασιλεύς, ὡς οὐ πάντες ἐξ ἀνάγκης συναπῆλθον τοῖς κόμησι, δηλοῖ τῷ Βουτουμίτῃ, ἵν᾿ ὁπόσοι τῶν Κελτῶν τῆς ἰδίας στρατιᾶς ἀπελείφθησαν, εἰς φρουρὰν τῆς Νικαίας μισθώσηται. ὁ δέ γε Τατίκιος μετὰ τοῦ ὑπ᾿ αὐτὸν στρατοῦ καὶ οἱ κόμητες ἅπαντες καὶ τὰ ύπ᾿ αὐ- τοὺς ἀναρίθμητα Κελτικὰ πλήθη ἐν δυσὶν ἡμέραις τὰς Λεύκας καταλαβόντες τῷ μέν Βαϊμούντῳ τὸν ἔμπροσθεν ἀπεμερίσαντο τόπον τοῦτο αὐτοῦ ἐξαιτησαμένου· ἐκεῖνοι δ᾿ ὄπισθεν αὐτοῦ παραταξάμενοι βραδεῖ ποδὶ ἔστειχον. ὀξυτέραν δέ τὴν κίνησιν ποιούμενον ἐπεὶ περὶ τὰς τοῦ Δορυλαίου πεδιάδας Τοῦρκοι τοῦτον ἐθεάσαντο, οἰηθέντες τῷ παντὶ στρατεύματι τῶν Κελτῶν ἐντετυχηκέναι καὶ καταπεφρονηκότες αὐτοῦ παραχρῆμα τὸν μετ᾿ αὐτοῦ συνῆψαν πόλεμον. ὁ δέ γε τετυφωμένος ἐκεῖνος Λατῖνος, ὁ ἐπὶ τοῦ βασιλικοῦ σκίμποδος καθεσθῆναι τολμήσας, τῆςτοῦ αὐτοκράτορος ἐπιλα- θόιιενος ξυμβουλῆς τὸ ἄκρον εἶχε τῆς τοῦ Βαϊμούντου παρατά- ξεως καὶ μικροψυχήσας τῶν λοιπῶν προεξέδραμε. κτείνονται μέν οὖν τηνικαῦτα τεσσαράκοντα τῶν μετ᾿ αὐτοῦ· ἐκεῖνος δέ καιρίως πληγεὶς νῶτα τοῖς ἐχθροῖς ὑποσχὼν εἰς τὸ μέσον τῆς παρατάξεως ἥλατο ἔργῳ τὸν αὐτοκράτορα, ὁποῖος ξύμβουλός ἐστι, διακηρυκεύων, κἂν μὴ λόγοις ἠβούλετο. ὁ δὲ Βαϊμοῦντος τοὺς Τούρκους ἐκθύμως μαχομένους ὁρῶν, ἀποστείλας τὰς Κελτικὰς μετεπέμπετο δυνάμεις. φθάνουσι δὲ τάχος· κἀντεῦθεν συνίσταται πόλεμος βαρὺς καὶ δεινός. καὶ τὴν νικῶσαν εἶχε τὸ Ῥωμαϊκὸν καὶ Κελτικὸν στράτευμα. πορευομένων δ᾿ ἐκεῖθεν ἰλαδὸν τῶν ταγμάτων, συνέλαχον τούτοις κατὰ τὴν Ἑβραϊκὴν ὅ τε Τανισκὰν ὁ σουλτὰν καὶ ὁ Ἀσάν, ὃς μόνος ἦρχε χιλιάδων· ἀνδρῶν ὁπλιτῶν ὀγδοήκοντα. μάχης οὖν καρτερᾶς γενομένης ἐκ πολλῶν χειρῶν καὶ δυνάμεων καὶ μηδὲ θατέρου μέρους τὰ νῶτα θατέρῳ διδόντος, ἐπεὶ θαρραλεώτερον οἱ Τοῦρκοι τοῖς ἐναντίοις ἐμάχοντο, τοῦτο θεασάμενος ὁ Βαϊμοῦντος τοῦ δεξιοῦ κέρως ἐξάρχων, τοῦ λοιποῦ στρατεύματος διαιρεθεὶς κατ’ αὐτοῦ τοῦ Κλιτζιασθλὰν ἰταμῶς ἐξώρμησε λέων ὣς ἀλκὶ πεποιθὼς κατὰ τὸν ποιητήν. τοῦτο τοὺς Τούρκους ἐκδειματῶσαν τὰ νῶτα τοῖς Κελτοῖς δοῦναι ἐποίησεν. οἱ δέ οὐκ ἐπὶ πολὺ τούτους ἐδίωκον τῶν τοῦ αὐτοκράτορος μεμνημένοι Παραγγελμάτων, ἀλλὰ τὴν ταφρείαν τῶν Τούρκων καταλαβόντες κἀκεῖσε μικρὸν ἑαυτοὺς διαναπαύσαντες τοὺς Τούρκους κατὰ τὴν Ἀγρουστόπολιν αὖθις καταλαμβάνουσι καὶ προσβαλόντες τρέπουσι κατὰ κράτος. κἀντεῦθεν πίπτει τὸ βάρβαρον, οἱ δέ γε σωθέντες ἄλλος [ἄλλοσε] ἀλλαχῆ διεσπάρησαν τάς τε καὶ τοὺς παῖδας καταλιπόντες, ὡς τοῦ λοιποῦ μηδ’ ἀντωπῆσαι τοῖς Λατίνοις ἰσχύοντες, ἀλλὰ φαγῇ τὴν οἰκείαν πραγματευόμενοι σωτηρίαν.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
