# Ἀλεξιάδα 3.1-7

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΣ ς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/3.1-7

Ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα τῶν πόλεων ἐπάνεισιν. οὐκ ἔλαθε δὲ τοῦτον τὰ κατ᾿ αὐτοῦ ἐν τριόδοις τε καὶ γωνίαις ὑποψιθυριζόμενα. ἀλλὰ ἀκούων ἐτιτρώσκετο τὴν ψυχήν, ὕτι μὴ τοσοῦτον εἰργασμένος, πολλαπλασίω τὰ στόματα τῶν συκοφαντούντων εἰχεν ἑαυτῷ περιχαίνοντα. ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἔξ ἀπορίας τῶν βασισικῶν ταμιείων, πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο, ἀλλ᾿ ἀλλ’ οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν, ὡς οἱ διαλοιδορούμενοι λέξειαν. ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν, ὡς μετὰ τὸ κατορθῶσαι τοὺς ἐπικειμένους πολέμους ἀποδώσων ταῖς ἐκκλησίαις τὸν ἀφῃρημένον κόσμον κόσμον αὐτῶν. καὶ οὐκ ἔφερεν ἐπαναζεύξας τῇ βασιλίδι τῶν πόλεων, ὑπόθεσιν γίνεσθαι τοῖς ἐθέλουσι διασύρειν τὰ ἐκείνου. ἔνθεν τοι καὶ ἐκκλησίαν κηρύττει καὶ συνέδριον μέγιστον εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα, ἐαυτὸν ἐθέλων πρῶτον ὑπόδικον καταστήσασθαι, καὶ οὕτω τὰ ὑπὲρ ἐαυτοῦ ἀπολογήσασθαι. παρῆν δὲ ἤδη καὶ ἡ σύγκλητος ἅπασα καὶ τὸ στρατιωτικὸν καὶ ὅσον τοῦ ἱερατικοῦ καταλόγου, καραδοκοῦντες τὸ τί ἂν βούλοιτο ἡ τῶν ἁπάντων συνέλευσις. τὸ δὲ ἦν ἄρα ἄλλο οὐδὲν ἢ ἡ τῶν κατὰ τοῦ βασιλέως θρυλλουμένων ἀνάκρισις. παρῆσαν οὖν τηνικαῦτα οἱ τῶν ἱερῶν φροντιστηρίων κηδεμόνες. καὶ τὰ βιβλία ἐς μέσον τηνικαῦτα προὐτίθετο, (βρέβια ταῦτα ἡ συνήθεια οἶδε καλεῖν,) ἐν οἷς ἀναγεγράφαται τὰ ἐν ἑκάστῳ τεμένει κειμήλια. καὶ τῷ μὲν φαινομένῳ κριτὴς ὃ βασιλεὺς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου, τῇ δὲ ἀληθείᾳ αὐτὸς ἔξετασθησόμενος. ἔξητάζετο τοίνυν τὰ πάλαι παρὰ πολλῶν ἀνατεθέντα τοῖς εὐαγέσιν οἴκοις, καὶ παρὰ τούτων ἐσύστερον ἢ καὶ αὐτοῦ τοῦ αὐτοκράτορος ἀφαιρεθέντα. καὶ ἐπεὶ μηδὲν ἕτερον ἀφαιρεθὲν κατεφανίνετο, ἀλλ᾿ ἢ μόνον ὁ τῇ σορῷ τῆς βασιλίδος ἐκείνης Ζωῆς ἐκ χρυσοῦ καὶ ἀργύρου ἐπικείμενος κόσμος καὶ ὀλίγα τινὰ ἄλλα σκεύη μὴ τοσοῦτον εἰς ἱερὰν λειτουργίαν χρηματίζοντα, ἑαυτὸν εἰς τοὐμφανὲς ὁ αὐτοκράτωρ ὑπόδικον καθίστησιν, κριτὴν δὲ τὸν βουλόμενον ὁντιναοῦν. καὶ μετὰ μικρὸν μεταβαλὼν τῇ γλώττῃ λέγει· “ἐγώ” φησι “τὴν βασιλείαν πανταχόθεν κυκλουμένην βαρβάροις εὑράμενος καὶ μηδέν τι πρὸς τοὺς ἐπικειμένους ἐχθροὺς ἄξιόμαχον ἔχουσαν, ἴστε ὁπόσοις κινδύνοις περιπέπτωκα, μικροῦ καὶ βαρβαρικοῦ ξίφους ἔργον γεγονώς. καὶ γὰρ πολλαπλασίους ἦσαν οἱ ἑκατέρωθεν ἡμᾶς τοξεύοντες. τὰσ γὰρ τῶν Περσῶν ἐπελεύσεις καὶ τὰς τῶν Σκυθῶν ἐκδρομὰς οὐκ ἀγνοεῖτε, καὶ τῶν ἐκ Λογγιβαρδίας ὄξυνομένων δοράτων οὐ ἐπιλέλησθε. τὰ δὲ χρήματα συναπῆρε τοῖς ὅπλοις, καὶ ὁ κύκλος τῆς ἡγεμονίας εἰς τὸ ἀμερὲς συνένευε κέντρον. ὅπως δὲ τὸ τε ὁπλιτικὸν ἅπαν ηὔξηται γυμναζόμενον καὶ ἁπανταχόθεν συλλεγόμενον καὶ συγκροτούμενον, οἴδατε· καὶ ταῦτα πάντα ὅτι πολλῶν ἐδεῖτο χρημάτων, ἴστε πάντες, καὶ ὅτι τὰ ἀφαιρεθέντα εἰς δέον ἀνήλωτο, κατὰ τὸν Περικλέα ἐκεῖνον, καὶ ὑπὲρ τῆς ὑμῶν τιμῆς δεδαπάνηται. εἰ δὲ τοῖς μεμψιμοίροις ὡς τοῖς κανόσι προσκεκρουκότες κατεφάνημεν, θαυμαστὸν οὐδέν. ἀκούομεν γάρ, ὅτι καὶ ὁ ἐν βασιλεῦσι προφήτης Δαβὶδ εἰς ἦν αὐτὴν ἀνάγκην ἐληλυθὼς, τῶν ἱερῶν ἐγεύσατο ἄρτων μετὰ τῶν στρατευμάτων αὐτοῦ, καὶ ταῦτα μὴ ἐνδεχομένου, τῆς ἔξιδιαζομένης τοῖς ἱερεῦσι τροφῆς ἰδιώτην ἅψασθαι. καὶ ἄλλως δὲ καταμαθεῖν ἐστι τοὺς ἱεροὺς κανόνας έν ἑτέροις ἐνδιδόντας τὰ ἱερὰ πιπράσκεσθαι ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων. εἰ δὲ αἰχμαλωτιζομένης οἰκουμένης καὶ δορυαλώτων ἤδη τῶν πολεων καὶ αὐτῆς τῆς Κωνσταντίνου γενέσθαι κινδυνευουσῶν, ὀλίγων τινῶν κὼ οὐδὲ πάνυ τῆς τῶν ἱερῶν μετεχόντων ἀξίας ἐν βίᾳ τοσαύτῃ ἁψάμενοι, εἰς τὴν ἐλευθερίαν τούτων κατεχρησάμεθα, οὐδεμίαν ἄρα κατηγορίαν εὔλογον τοῖς φιλοσκώμμοσι καταλιμπάνομεν." ταῦτ’ εἰπὼν καὶ μεταστρέψας τὸν λόγον, ἔνοχον οἶον ἑαυτὸν ποιεῖται καὶ καταδικάζει αὐτὸς ε ἑαυτόν. εἶτ᾿ αὖθις τὰ βρέβια ἀνελίττειν προτάττει τοῖς ἵνα καταφανῆ γένηται τὰ ἀφῃρημένα. καὶ παραχρῆμα τῷ μὲν σεκρέτῳ τοῦ Ἀντιφωνητοῦ χρυσίου ποσότητα ἱκανὴν ἐλογίσατο κατ’ ἔτος εἰσκομιζομένου τοῖς τοῦ δημοσίου φροντισταῖς, ὃ καἰ μέχρι τοῦ νῦν ἀπαρασάλευτον διαμεμενήκει· ἐκεῖσε γὰρ ἡ τῆς δηλωθείσης βασιλίδος σορὸς ἐναπέκειτο· τοῖς δὲ Χαλκοπρατείοις ἐτησίαν εἴσοδον χρυσίου ἀρκοῦντος τοῖς τῷ θείῳ τεμένει τῆς θεομήτορος συνήθως τοὺς ὕμνους ἐπιτελοῦσιν ἐκ τῶν βασιλικῶν ταμιείων πρυτανεύεσθαι παρεκελεύσατο.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
