Ancient Greek · ~14 min
ΑΛΕΞΙΑΣ Α.
Anna Comnena, Ἀλεξιάδα 4.1
Not analysed yet
Ἐντεῦθεν πάλιν ἔπι τὴν ἑαπέραν πέμπεται παρὰ Νικηφόρου τοῦ αὐτοκράτορος ἥδη τὰ Ῥωμαίων σκῆπτρα κα. τεσχηκότος κατὰ Νικηφόρου τοῦ Βρυεννίου, τὴν δύσιν ὅλην κλονοῦντος καὶ τὸ διάδημα ἑαυτῷ περιθεμένου καὶ βασιλέα Ῥωμαίων ἀνακηρύττοντος. ἄρτι γὰρ τοῦ αὐτοκράτορος Μιχαὴλ τοῦ Δούκα τοῦ θρόνου καθαιρεθέντος καί ἀντὶ ταινίας τε καὶ χλαμύδος τὸν ποδήρη καὶ τὴν ἐπωμίδα τὴν ἀρχιερατι- κὴν ἐνδεδυμένου ,ὁ Βοτανειάτης ἐπί τοῦ βασιλείου θρόνου καθίσας καὶ τὴν βασιλίδα Μαρίαν, ὡς προϊὼν ὁ λόγος σαφέστερον παραστήσειε ,μνηστευσάμενος ,τὰ τῆς βασιλείας διίθυνε πράγματα. ἀλλ’ ὁ Νικηφόρος Βρυέννιος τὴν δουκιἐπέβαλε κὴν περιεζωσμένος ἀρχὴν Δυρραχίου ἐπὶ τοῦ βασιλέως Μιγαήλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Νικηφόρον βασιλεῖᾷν τε χαήλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Νικηφόρον βασιλειᾷν τε ἤρξατο καὶ ἀποσταςίαν κατὰ τοῦ Μιχαὴλ ἐμελέτησε. τὸ μὲν ὅθεν καὶ ὅπως, οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν διηγεῖσθαι· φθάνει γὰρ ἡ τοῦ Καίσαρος ξυγγραφὴ τὸ αἴτιον τῆς ἀποσταςίας ἔξιστορῆσαι· τὸ δ᾿ ὅτι ἐκεῖθεν ὥσπερ ἔξ ὁρμητηρίου τινὸς τῆς πόλεως Δυρραχίου πάντα τὰ τῆς ἑσπέρας κατέδραμεν καὶ ὑφ᾿ ἑαυτὸν ἐποιήσατο, καὶ ὅπως οὗτος ἑάλω, τοῦτο τῶν ἀναγκαιοτάτων ἐστὶν ἐν βραχεῖ διηγσασθαι. τὸ γὰρ ἀδριβὲς τῆς ἱστορίας τὸν βουλόμενονμαθεῖν ἐς τὸν Καίσαρα παραπέμπομεν. κρ; τιστος γὰρ ὁ ἀνὴρ τὰ πολέμια καὶ ἅμα καὶ γένος ὣν τῶν ἐπισημοτάτων καὶ ἀναδρομῇ σώματος καὶ κάλλει προςώπου κοσμούμενος, καὶ ἐμβριθείᾳ φρονήματος καὶ βραχιόνων δυνάμει τῶν κατ᾿ αὐτὸν διαφέρων ἀνδρῶν, ἐπάξιον ἦν βασιλείας τὸ χρῆμα, καὶ τοστοῦτο ἦν εἰς πειθὼ δυνατὸς καὶ πάντας ἐφέλκειν καὶ ἐκ πρώτης ὄψεως καὶ ὁμιλίας δυνάμενος, ὥστε πάντες πανδημεὶ καὶ στρατιῶται καὶ ἰδιῶται τῶν πρωτείων αὐτῷ ξυνεχώρουν καὶ βασιλεύειν ἤξίουν ἁπάσης ἑῴας καὶ ἑσπερίας λἤξεως. καὶ γὰρ ἐπιόντα τοῦτον αἱ πόλεις ἅπασαι ὑπτίαις χερςὶν ὑπεδέχοντο, καὶ ἄλλη πρὸς ἄλλην μετὰ κρότου καρέπεμπεν. ταῦτα ἐτάραττε μὲν τὸν Βοτανειάτην, ἔξεκύκα δὲ καὶ τὸ περὶ αὐτὸν στράτευμα καὶ εἰς ἀμηχανίαν τὴν βασιλείαν ὅλην ἐνέβαλλε. πέμπειν οὖν διεγνώκεισαν τὸν ἐμὸν πατέρα τὸν Κομνηνὀν Ἀλέξιον κατὰ τοῦ Βρυεννίου, δομέστικον τῶν σχολῶν ἄρτι προχειρεσθέντα, μετὰ τῶν ἐνουσῶν δυνάμεων. εἰς γὰρ τὸ μέρος τοῦτο ἡ βασιλεία Ῥωμαίων εἰς τοὔσχατον ἐληλύθει. τά τε γὰρ ἑῷα τῶν στρατευμάτων ἄλλο ἀλλαχοῦ διεσκέδα- στο, τῶν Τούρκων ὑφαπλωθέντων καὶ πάντα σχεδὸν περισχσόντων, ὅσα Εὐ· ξείνου πόντου ἐστι μεταξὺ καὶ Ἑλλησπόντου κω Αἰγαίου τε καἰ Συριακοῦ πελάγους κόλπων τε τῶν ἄλλων καὶ μάλιστα ὁπόσοι Παμφυλίαν τε καὶ Κίλικας παραμείβοντες ἐς τὸ πέλαγος ἐκπίπτουσι τὸ Αἰγύπτιον. τὰ μὲν οὖν ἑῷα στρατεύματα οὕτως ἴσχον· τὰ δὲ τῆς ἑσπέρας ἐς τὸν Βρυέννιον συρρεύσαντα εἰς στενὸν κομιδῆ καὶ ὁλίγον στράτευμα τὴν βασίλειαν ἀφῆκε Ῥωμαίων. ἀθάνατοι τε γὰρ τινες αὐτῇ κατελείφθησαν χθὲς κω πρώην ξίφους ἡμμένοι καὶ δόρατος καί τινες ἐκ τοῦ Χώματος στρατιῶται ὀλίγοι, καὶ Κελτική τις στρατιὰ εἰς ὀλίγους τινὰς περιισταμένη. τούτους δὴ τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ διδόασι καὶ ἅμα συμμάχους ἀπὸ τῶν τούρκων προσκαλεσάμενοι ,ἔξιέναι οἱ περὶ τὸν βασιλέα προσέταττον καὶ ξυμμίξαι τῷ Βρυεννίῳ, οὐ μᾶλλον εἰς τὴν ἐφεπομένην στρατιὰν θαρροῦντες ἢ εἰς τὸ φρόπελάγους νῆμα τοῦ ἀνδρὸς καὶ τὴν ἐν πολέμοις καὶ μάχαις δεινότητα. ὁ δὲ τὴν ξυμμαχίαν μὴ περιμείνας, ὀξέως ἐπερχόμενον τὸν ἐχθρὸν ἀκούων, κ· ἀντεῦθεν καλῶς καὶ ἑαυτὸν κω τοὺς φραξάμενος, ἔξεισι τῆς βασιλίδος τῶν πόλεων, καἰ κατὰ τὴν Θρᾴκην γεγονὼς περὶ τὸν Ἁλμυρὸν ποταμὸν στρατοπεδεύει ἄνευ τάφρων καὶ χάρακος. μανθάνων γὰρ τὸν Βρυέννιον έν τοῖς Κηδόδτου πεδίοις αὐλιζόμενον ἑκύτερα τὰ στρατεύματα αὐτοῦ τε καὶ τῶν ἐναντίων ἀξιόλογον ἀπέχειν διάστημα. οὐ γὰρ εἶχεν ἀντιμέτωπος ἐπίστην τῷ Βρυεννίῳ, ἵνα μὴ κατάφωρα γένοιτο τὰ τῆς δυνάμεως καὶ μὴ δοίη ὁπόσος τις ἐστι τὴν στρατιάν, αἴσθησιν τῷ ἐχθρῷ. μετ’ ὀλίγων γὰρ πρὸς πολλοὺς καἰ μετ’ ἀπειροπολέμων πρός ἐμπειροπολέμους ἔμελλε ξυμβαλεῖν, καὶ τοῦ θαρρεῖν ἀφέμενος καὶ ἀναφανδὸν ἐμπίπτειν, κλωπιτεύειν τὴν νίκην ἐβούλετο.