# Ἀλεξιάδα 5.1-14

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΣ ΙΕ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/5.1-14

Ὡς δέ προσωτέρω προῄει, βάρβαροι μέν τινες οὐκ ἐφαίνοντο, παρείπετο δέ ὁ Μονόλυκος ἐφ’ ἑκάτερα ὲν λόχοις τῷ στρατεύματι μετὰ ἀποχρώσης δυνάμεως. ἐπὰν δέ διὰ τῆς ἀναμεταξὺ πεδιάδος τοῦ τε Πολυβότου καὶ τῆς ἤδη ῥηθείσης ἐκείνης λίμνης διῄει, ἀπόμοιρά τις τοῦ βαρβαρικοῦ τάγματος, αὐτόσκευοι πάντες καὶ ψιλοὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοπέδου ἀθρόον ἀπὸ τῶν μετεώρων αὐτοῖς ἀνεφάνησαν. καὶ τὰ μέν πρῶτα τὴν καινὴν ἐκείνην παράταξιν ὁ ἀρχισατράπης Μονόλυκος θεασάμενος γέρων τε ὢν καὶ πολλῶν ἐν πείρᾳ πολέμων τε καὶ ταγμάτων ἐξεπλάγη τεθαυμακὼς τὴν καινὴν ἐκείνην διασκευὴν τοῦ συντάγματος καὶ τὸν ξυνταγματάρχην ἐπεζήτει ἐγνωκέναι. τὸν αὐτοκράτορα Ἀλέξιον ἐστοχάζετο καὶ οὐχ ἕτερον ἡγεμόνα τῶν ταγμάτων εἶναι καὶ τῆς καινῆς ἐκείνης παρατάξεως. καὶ ἤθελε μέν προσβαλεῖν, οὐκ εἶχε δέ· ἀλλ’ ὅμως τὸ ἐνυάλιον ἀλαλάξαι ἀλαλάξαι πολλοῦ δέ στρατεύματος φαντασίαν τοῖς Ῥωμαίοις παρασχεῖν μηχανώμενος μὴ συνασπίζειν, ἀλλὰ διηρημένως καὶ ἀτάκτως, καθάπερ ἄνωθεν τὴν παράταξιν αὐτῶν διεγράψαμεν, θέειν ἐπέτρεψεν, ἵν ἐντεῦθεν τῷ ἀπροσδοκήτῳ τῆς θέας καὶ τοῖς τῶν ἵππων δρόμοις κατάκροτον αἰτοῖς πεποιηκότες τὴν ἀκοὴν τὰς τῶν Ῥωμαίων δυνάμεις καταπλήξαιεν. ὁ δέ γε αὐτοκράτωρ καθαπερεὶ πύργος προὔχων τῆς παρατάξεως προϊὼν ἢ στῦλος πυρὸς ἢ θεία τις καὶ οὐρανία ὄψις τὰς φάλαγγας αὐτῶν άνερρώννυε καὶ ἐπὶ ταὐτοῦ βαδίζειν σχήματος ἐκέλευε καὶ θαρρεῖν παρεκελεύετο καὶ προσετίθει, μὴ πρὸς τὴν ἑαυτοῦ σωτηρίαν ἀποβλέπων τὸν τοσοῦτον ἀναδέξασθαι μόχθον, ἀλλὰ τῆς τῶν Ῥωμαίων εὐκλείας ἕνεκα καὶ δόξης καὶ πρὸς τούτοις ἑτοιμότατον εἶναι ὑπὲρ ἁπάντων ἀποθανεῖν. ἅπαντες οὑν τεθαρρηκότες ἕκαστος τὸν ἴδιον ἐφύλαττε τόπον πάνυ τὴν πορείαν ἀνειμένως ποιούμενοι, τοσοῦτον ὡς μηδὲ κινεῖν δοκεῖσθαι τοῖς βαρβάροις. δι’ ὅλης οὑν τῆς ἡμέρας προσβάλλοντες τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ μηδὲν ἠνυκότες μηθ᾿ ὅλως μήτε ἐκ μέρους διασπάσαι τὸ Ῥωμαϊκὸν σύν- τάγμα δυνηθέντες αὖθις πρὸς τὰς ἀκρολοφίας ἀνέτρεχον ἄπρακτοι καὶ πυρσοὺς τηνικαῦτα πλείονας ἀνάψαντες δι ὅλης νυκτὸς ὠρύοντο καθάπερ λίνοι, ἐστι δ’ οὑ καὶ πρὸς τοὺς Ῥωμαίους ἀπέσκωπτον· ἦσαν γὰρ καί τινες ἐν αὐτοῖς μιξοβάρβαροι ἑλληνίζοντες. αὐγαζούσης δὲ τῆς ἡμέρας τὰ αὐτὰ μηχανώμενος ὁ Μονόλυκος τοῖς Τούρκοις ἐπέταττε ποιεῖν. ἐπὶ τούτοις καταλαβὼν καὶ αὐτὸς ὁ Κλιτζιασθλὰν σουλτάνος καὶ θεασάμενος τὴν τοῦ στρατοπέδου εὐταξίαν ἐθαύμασε μέν, ἀπέσκωψε δέ οἶα νέος πρὸς γέροντα τὸν Μονόλυκον, ὅτου χάριν τὴν μετὰ τοῦ αὐτοκράτορος ἀνεβάλετο μάχην. ὁ δέ “ἐγὼ μὲν” ἔφη “ὡς γέρων ἢ δειλὸς ἀγχέμαχον τὴν μετ’ αὐτοῦ συμπλοκὴν ἀνεβαλόμην μέχρι τοῦδε. εἰ δὲ σὺ θαρρῶν ἦσθα, ἄγε δὴ πειράθητι καὶ αὐτός· τὸ πρᾶγμα διδάξει”. εὐθὺς οὖν αὐτὸς μέν τοῖς περὶ τὴν οὐραγίαν οὖσι προσέβαλεν, ἑτέροις δὲ σατράπαις τὴν κατὰ πρόσωπον τοῦ αὐτοκράτορος προσβολὴν ἐπέταξε καὶ ἄλλοις τὴν καθ’ πέραν πλευρὰν τῆς παρατάξεως μάχην ἀνέθετο. ὁ γοῦν τὸ δεξιὸν κέρας ἐπέχων Νικηφόρος ὁ Βρυέννιος Καῖσαρ τῆς κατὰ τὴν οὐραγίαν μάχης αἰσθόμενος ἐσφάδαζε μὲν ἀμύνειν τοῖς ὄπισθεν, οὐκ ἤθελε δὲ ἀπειρίας ἢ νεότητος ἐνδείξασθαί τι, ἀλλ’ ἐπεῖχε καίπερ λυττῶντα τὸν κατὰ τῶν βαρβάρων θυμὸν καὶ σὺν εὐταξίᾳ ἐπὶ ταὐτοῦ σχήματος τὴν πορείαν ποιεῖσθαι ἐσπούδαζε. καρτερῶς δὲ τῶν βαρβάρων μαχομένων ὁ τὸ ἀριστερὸν κέρας ἐπέχων ὁ φίλτατός μοι τῶν ἀδελφῶν ὁ πορφυρογέννητος Ἀνδρόνικος τὰς ἡνίας στρέψας σφοδρὰν μετὰ τῆς ἰδίας φάλαγγος τὴν κατὰ τῶν βαρβάρων ἐπέλευσιν ἐποιήσατο. ὃς εἰς τὸ χαριέστατον αὐτὸ τῆς ἡλικίας ἐληλυθώς, τόλμαν δὲ συνετὴν καὶ χεῖρα δεξιὰν καὶ φρόνησιν περιττὴν ἐν πολέμοις ἔχων πρὸ καιροῦ ᾤχετο καί, ὡς οὐκ ἄν τις ἤλπισεν, ἐξ ἡμῶν ἀπῆλθε καὶ κατέδυ. ὠ νεότης καὶ ἀκμὴ σώματος καὶ ἐπὶ τῶν ἵππων ἃλματα κοῦφα ποῦ ποτε κατερρεύσατε; μονῳδεῖν με τὸ ἐπὶ τούτῳ πάθος ἐκβιάζεται, ἀλλ’ ὁ τῆς ἱστορίας νόμος ἐκεῖθεν αὖθις ἀπείργει. θαυμάζειν δὲ ἔστι, πῶς οὐ γίνεταί τις καὶ νῦν καθάπερ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἤ τι τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής· καὶ τάχα κρεῖττον ἂν εἴη πρὸς τὰ μηδέν αἰσθανόμενα μεταμείβειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ ναοῦ. εἰ γὰρ τοῦτ’ ἦν, τάχ’ ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
