# Ἀλεξιάδα 5.1-4

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΣ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/5.1-4

Ἐπεὶ δὲ ὁ ταῦτα διηγησόμενος ἔλεγεν, ὡς ὁ Ῥομπέρτος αὖθις ἕτερον κατασκευάζειν μόσυνα ἠπείγετο, παρόμοιον τῷ προκατασκευασθέντι, καὶ ἑλεπόλεις κατὰ τοῦ Δυρραχίου ἡτοίμαζε, διαγνοὺς ὁ βασιλεὺς ἀρωγῆς τοὺς έν τῶν Δυρραχίῳ ταχείας δεῖσθαι, καταστήσας τὰς ἰδίας δυνάμεις, τῆς πρὸς τὸ Δυρράχιον ὁδοῦ εἴχετο. καταλαβὼν οὖν ἐκεῖσε καἰ τάφρον ποιήσας καὶ τὰ στρατεύματα καταθεὶς εἰς τὸν λεγόμενον Χαρζάνην ποταμόν, εὐθὺς διὰ τινων ἀποστείλας ἠρώτα τὸν ῾Ρομπέρτον, ὅτου ὁ σκοός; ἐκεῖθεν ποταμόν ἔρχεται εἰς τὸ ἐπ᾿ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου ἱδρυμένον τέμενος, τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον, καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅποι χρὴ τὰς φάλαγγας έν καιρῷ μάχης καταστήστασθαι, προκαταλαβεῖν. πεντεκαιδεκάτη δ’ ἥν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. αὐχὴν δὲ ἥν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν, ἀποτελευτῶν εἰς ἀχρωτήριόν τι ὅπερ οἶον χερρόνησός ἐστιν ἐν ᾦ καὶ τὸ ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονενευκός, ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὄρος ὑψηλὸν καὶ ὑπερκείμενον ἔχει. ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν ἅπαν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος, τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ, μὴ συμφέρον τοῦτο λογιζόμενος, ἀνένευε τὴν ἐξέλευσιν, αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. ὡς 20 ὡς δ᾿ αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον φησιν “ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καἰ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἐξελεύσομαι." ἀποσταλέντα δὲ τοῦτον θεασάμενος, τηνικαῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν μικῶν νηῶν. ὁ δὲ βασιλεὺς τοῦτον ἰδών τὰ κατὰ τὸν Ῥομπέρτον αὐτοῦ ἐπυνθάνετο. τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος, ἠρώτα εἰ χρὴ τὸν μετ’ αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. ἀλλὰ καί τινες τῶν περὶ τὰ πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον, συμβουλευόμενοι καρτερῆσαι δι’ ἀκροβολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν ῾Ρομέρτον, μὴ τῶν ὑπ’ αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καἰ τοῖς Δαλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ρακελεύσασθαι ποιεῖν, διαβεβαιούμενοι, ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. οἱ δὲ πλείονες τῶν νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο, καὶ πάν- των μᾶλλον Κωνστάντιος ὁ Πορφυρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. ἅμα δὲ καὶ οἱ πρὸς τὸν Ῥομ- πέρτον ἀποσταλέντες ἐπανεληλυθότες, τὰ ἐκείνου πρὸς τὸν βασιλέα ἀπεστομάτιζον· ὡς “ἐγὼ μέν" φησιν “οὐδαμῶς κατὰ τῆς σῆς βασιλείας ἐξελήλυθα, ἀλλ’ ἐκδικήσων μᾶλλον τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. εἰ δὲ σὺ τὴν μετ’ ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι τοῦτο κάγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλωθέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι." ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεξήτει κω ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ, ὑπισχνούμενος ἅμα, εἰ τεύξεται τῶν πὰρ αὐτοῦ ζητουμένων, καὶ αὐτὴν τὴν Λογιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι; καὶ βοηθεῖν ὁπηνίκα χρεία ἐστιν· τὰ δὲ σκῆψις ἦν, ἵνα δόξῃ δι’ ὦν μὲν αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων, τῆς μάχης ἀνθέ·ξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ Βασιλεὶ Ῥωμαίων προστρίψειεν· διὰ τοῦτο οὐδὲ πρὸς συμβιβάσεις ἤθελον ἀπονεῦσαι. ἀτελέστατα γοῦν αἰτησάμενος καὶ μὴ τυχών, συγκαλεσάμενος πάντας τοὺς κόμητάς φησι πρὸς αὐτούς· “οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον, καὶ τὴν ἀτιμίαν ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σιλείας σὺν αὐτῷ ἐξωσθεῖσα. τοῦτο δὲ μὴ φέροντες, εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν ἐξεληλύθειμεν· ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, νῦν πρὸς βασιλέα ἔχομεν νέον κὼ στρατιώτην γενναῖον. ὑπὲρ τὸν χρó- vov αὐτοῦ πείραν τῆς στρατιωτικῆς ἐπιστήμης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ’ αὐτοῦ ἀναδέξασθαι πόλεμον. ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγχυσις, τῆς διαφόρου γνώμης τῶν πολλῶν ταύτην εἰσαγούσης. λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν, κἀκεῖνον μὲν τὴν ἔξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεεριμερίμνως χρᾶσθαι. καὶ ὡς ἔτυχέ, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ’ εὐ- θύτητος λέγειν πρὸς αὐτόν, ἑπομένους ἅμ. τῇ τοῦ προκριθέντος βουλῇ. καὶ ἰδοὺ ἐγὼ εἶς ἔξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾦ ἂν πάντες προκκρίνητε." πάντες οὖν τὴν βουλὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι, τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρακεχωρήκασιν ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. ὁ δὲ ἀκκιζόμενος οἷον ἀνε- βάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸν αἰτοῦντες. ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἄν τούτῳ ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε, καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. λοιπόν φησι πρὸς αὐτούς· “ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. ἐπεὶ τὰς σφῶν πατρίδας καταλελοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ προκειμένη μά- χη πρὸς ἀνδρικώτατον βασιλέα ἐστιν καὶ αρτι μὲν τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξεσθαι. καὶ εἰ τὴν νικῶσαν ἡμίν ἐπιψηφιεῖται θεὸς, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆσαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι, καὶ οὕτω τὴν μετ’ αὐτοῦ ἀναδέξασθαι μάχην, ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους." ἐπὶ τούτοις κατένευσαν ἅπαντες.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
