# Ἀλεξιάδα 5.1-7

Anna Comnena, Ἀλεξιάδα, ΑΛΞΙΑΣΗ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/5.1-7

Οὕτω μὲν οὖν ὁ βασιλεύς οἱ δέ γε Σκύθαι κατὰ τὸν ῥύακα τοῦ καλουμένου Μαυροποτάμου κείμενοι ὑπεποιοῦντο λαθραίως τοὺς Κομάνους, συμμάχους προσκαλούμενοι. ἀλλ᾿ οὐδὲ πρὸς τὸν βασιλέα πέμποντες ἠρέμουν, τὰ περὶ εἰρήνης ἐρωτῶντες. ὁ δὲ τοῦ δολεροῦ τῆς γνώμης αὐτῶν στοχαζόμενος, προσηκούσας καἰ τὰς ἀποκρίσεις αὐτοῖς ἐπεποίητο, ἀπαιωρεῖν ἐθέλων τοὺς αὐτῶν λογισμούς, εἴ που καὶ τὸ ἐκ τῆς ῾Ρώμης προσδοκώμενον μισθοφορικὸν καταλάβοι. οἱ δὲ Κομάνοι ἀμφιβόλους ἔχοντες τὰς τῶν Πατζινακῶν ὑποσχέσεις, οὐ πάνυ τι αὐτοῖς προσετίθεντο, ἀλλ᾿ ἐσπέρας μηνύουσι τῷ βασιλεῖ ‘‘μέχρι πόσου τὴν μάχην ἀναβαλλώμεθα; ἴσθι τοίνυν, ὡς ἰπὶ πλέον οὐκ ἐγκαρτερήσομεν, ἀλλ’ ἡλίου ἀνατέλλοντος λύκου ἢ ἀρνίου κρέας ἐδόμεθα." ταῦτα ὁ βασιλεὺς ἀκούσας καὶ τὸ ὀξὺ τῆς τῶν Κομάνων γνώμης διαγνοὺς οὐκέτι ἐν ἀναβολαῖς τοῦ μάχεσθαι ἦν. ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ θέμενος, ἐκείνοις μὶν κατὰ τὴν ἐπιοῦσαν τόν μετὰ τῶν Σκυθῶν ὑπέσχετο πόλεμον, αὐτὸς δὲ παραχρῆμα μετακαλεσάμενος τοὺς ἡγεμόνας καὶ πεντηκον- τάρχας καὶ λοιποὺς προσέταξε διὰ παντὸς τοῦ φοσσάτου διακηρυκεῦσαι τὸν ἐς τὴν αὔριον ταμιευθέντα πόλεμοι ἀλλὰ κἀν τοιαῦτα ἐσκέπτετο, ἐδεδίει ὅμως τὰ ἄπειρα πλήθη τῶν Πατζινακῶν καὶ Κομάνων, ὑποπτεύων τὴν ἀμφοτέρων σύμβασιν. ταῦτα γοῦν διασκοπουμένου τοῦ βασιλέως, κατέλαβον πρὸς αὐτὸν τῶν ὀρεινοτέρων μερῶν ἄνδρες τολμητίαι καὶ Ἀρειμάνιοι αὐτόμολοι πρὸς συνασπισμὸν αὐτοῦ, εἰς χιλιάδας ποσούμενοι πέντε. ἔπει ὁ ἀναβολὴν ἔτι τὰ τῆς μάχης οὐκ εἶχε, θεὸν ἀρωγὸν ἐπεκαλεῖτο. δύνοντος δὲ τοῦ ἡλίου, πρῶτος αὐτὸς κατῆρχε τῆς πρὸς θεὸν παρακλήσεως, λαμπράν τε δᾳδουχίαν ποιούμενος καὶ προσήκοντας ὕμνους ᾄδων αὐτῷ. οὐ μὴν οὐδὲ τὸ ἅπαν φόσσατον ἠρεμεῖν συνεχώρει, ἀλλὰ τὰ αὐτὰ ἑκάστῳ μὲν τῶν συνετωτέρων πράττειν συνεβούλευε τοῖς δὲ ἀγροικοτέροις ἐπέσκηπτε. τηνικαῦτα γοῦν τὸν μὲν ἥλιον ἦν ὁρᾷν τοῦ ὁρίζοντος δύνοντα, τὸν δὲ ἀέρα πεφωτισμένον, οὐχ ἑνὸς ὥσπερ ἡλίου λάμποντος, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀστέρων λαμπρὰν τὴν φαῦσιν παρεχομένων. ἅπαντες γὰρ τοῖς ἰδίοις δόρασι πήξαντες λαμπάδας καὶ κηροὺς, ὡς ἕκαστος δυνάμεως εἶχεν, ἀνῆψαν. αἱ δέ γε παρὰ τοῦ στρατεύματος ἀναπεμπόμεναι φωνᾶι μέχρις οἶμαι τῶν οὐρανίων ἀντύγων ἔφθανον, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἰς αὐτὸν τὸν δεσπότην θεὸν ἀνεφέροντο. ἐκ τούτου δ’ οἴμαι τεκμαίρεσθαι χρὴ τὴν τοῦ βασιλέως εὐσέβειαν, ὡς ἄρα τὰς πρὸς ἐχθροὺς προσβολὰς οὐκ ἐδόκει ποιεῖν ἄνευ τῆς ἐκεῖθεν ἐπαρωγῆς. οὐ γὰρ ἐν ἀνδράσι καὶ ἵπποις καὶ στρατηγικαῖς μηχαναῖς καὶ οὗτος ἐθάρρει, ἀλλὰ τὸ πᾶν τῇ ἄνω ῥοπῇ ἐδίδου καὶ ταῦτα μὶν μέχρι μέσης ἐτελεῖτο νυκτός· μικρὸν δὲ τοῦ λοιποῦ τὸ σῶμα διαναπαύσας, ἀνέθορε τοῦ ὕπνου, καὶ τοὺς ψιλοὺς τῶν στρατιωτῶν ὥπλιζε καρτερῶς, ἐστιν οὖ καί τινας ἀμφία καὶ περικεφαλαίας ἐκ σηρικῶν πέπλων ὁμοχρόων κατασκευάσας περιέβαλεν, ἔπει μὴ ἀπέχρη τούτῳ πρὸς πάντας ὁ σίδηρος. ἡμέρας δὲ διαγελώσης, διαγελώσης, καρτερῶς ὁπλισάμενος τῆς φάραγγος ἔξεισι, τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας. καὶ κάτωθεν τοῦ λεγομένου Λεβουνίου (τόπος δὲ οὗτος * * *) τὸ στράτευμα διελών, τὰς φάλαγγας ἰλαδὸν ἵστησιν. αὐτὸς δὲ ὁ αὐτοκράτωρ προμετώπιος ἕστατο, δριμὺ μένος πνέων. τοῦ μέντοι δεξιοῦ καὶ εὐωνύμου μέρους καὶ κέρως ὁ Παλαιολόγος Γεώργιος καὶ Κωνσταντῖνος κατῆρχον ὁ Δαλασσηνός. ἐξ ὑπερδεξιῶν δὲ τῶν Κομάνων ὁ Μοναστρᾶς ὁπλισάμενος μετὰ τῶν ὑπ’ αὐτὸν ἵστατο · ἤδη γὰρ κἀκεῖνοι τἀς Ῥωμαϊκὰς φάλαγγας καθιστῶντα τὸν αὐτοκράτορα ὁρῶντες, τὰς σφῶν ὥπλιζον δυνάμεις, καὶ κατὰ τὸ δοκοῦν πολέμου διετύπουν σχῆμα· ἐξ εὐωνύμου δὲ τούτων ὁ Οὐζᾶς καλούμενος, τὸ δέ γε πρὸς δύσιν ὁρῶν, ὁ Οὐμπερτόπουλος μετὰ τῶν Κελτῶν. οὕτω γοῦν ὁ αὐτοκράτωρ ταῖς φάλαγξι πυργώσας οἷον τὸ στράτευμα καὶ ταῖς ἴλαις περισφίγξας, τὴν ἐνυάλιον αὖθις ἐκέλευσεν ἠχῆσαι σάλπιγγα. οἱ δὲ Ῥωμαῖοι δεδιότες τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὰς ἀμυθήτους ἁρμαμάξας, τειχῶν ὥσπερ παρεχομένας αὐτοῖς χρείαν, τὸν ὅλων κύριον εἰς ἔλεον μιᾷ φωνῇ ἐπικαλεσάμενοι, ὅλας ἡνίας χαλάσαντες τὴν μετὰ τῶν Σκυθῶν μάχην ἐπέσπευδον, τοῦ αὐτοκράτορος ἁπάντων προπάροιθεν θέοντος. μηνοειδοῦς δὲ τῆς Παρατάξεως γεγονυίας, ἐν ταὐτῷ καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος παντὸς τοῦ στρατοῦ καὶ αὐτῶν δὴ τῶν Κομάνων τὴν κατ’ αὐτῶν ποιησαμένων ὁρμήν, στοχασάμενος τοῦ μέλλοντος Σκύθης τις τῶν ἐκκρίτων ἡγεμὼν τηνικαῦτα καθεστώς, προηρπάκει τὴν σωτηρίαν, καὶ ὀλίγους συμπαραλαβὼν πρόσεισι τοῖς Κομάνοις ὡς ὁμογλώττοις. κἂν γὰρ κατὰ Σκυθῶν ἐκθύμως καὶ οὔτοι ἐμάχοντο, ἀλλὰ θαρρήσας μᾶλλον ἡ τοῖς ῾Ρωμαίοις, αὐτοῖς προσεληλύθει, ἐφ᾿ ᾧ μεσίταις τούτοις πρὸς τὸν αὐτοκράτορα χρήσασθαι. τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος, καὶ πτοηθεὶς μὴ τούτοις καὶ ἕτεροι τῶν Σκυθῶν προσχωρήσαντες ἀναπείσωσι Κομάνους τὰ ὑπὲρ αὐτῶν φρονήσαντας κατὰ τῆς ῾Ρωμαϊκῆς φάλαγγος στρέψαι μετὰ τῆς γνώμης καὶ τὰς ἡνίας, παραχρῆμα, ὁποῖος ἐκεῖνος δραστήριος ἐν ὀξείᾳ ῥοπῇ τοῦ συνοίσοντος καταστοχάσασθαι, τῷ τὴν βασιλικὴν σημαίαν κατέχοντι ἐπέταξε ταύτην ἐν χεροῖν φέροντι μετὰ τῆς τῶν Κομάνων στῆναι παρεμβολῆς. τῆς Σκυθικῆς δὲ ὁμαιχμίας διασπασθείσης ἤδη, καὶ παραχαωρησάντων ἀλλήλοιν τοῖν στρατοπέδοιν, ἀνδροκτασίαν ἠν θεάσασθαι τηνικαῦτα, ὁποίαν οὐδεὶς πώποτε ἐθεάσατο. τῶν δὲ Σκυθῶν δεινῶς ἀποσφαττομένων, ὡς ἐγκαταλειφθέντων ἤδη ὑπὸ τῆς θείας δυνάμεως, κεκοπιακότες οἱ σφάττοντες τῇ σφοδρᾷ καὶ πυρῇ κινήσει τῶν ξιφῶν , λειποθυμοῦντες ἀνεκόπτοντο τῆς ὁρμῆς. ὁ δὲ ἀὐτοκράτωρ ἔν μέσοις τοῖς πολεμίοις οις ἔξιππαζόμενος, ὅλας συνετάραττε φάλαγγας, πλήττων μὲν τοὺς ἀντικαθισταμένους, καταπτήσσων δὲ καὶ τοὺς πόρρω τοῖς ἑμβοήμασιν. ἔπει δὲ τὸν ἥλιον ὑπὲρ κεφαλῆς τὰς ἀκτῖνας βάλλοντα ἑώρα, μεσημβρίας ἀπάρτι οὔσης, προμηθεύεται τι τοιοῦτον. μεταπεμψάμενός τινας ἀποστέλλει, ἐφ᾿ ᾧ ἀγρότας ἀσκοὺς πλήσαντας ὕδατος καὶ ταῖς ἰδίαις ἐπεισάξαντας ἠμιόνοις ἐξελάσαντας ἀγαγεῖν. τούτους δὲ ἤδη θεασόμενοι καὶ οἱ μὴ προκληθέντες τῶν πλησιοχώρων, τὸ αὐτὸ τοῦτ' ἐποίουν, τοὺς τῆς δεινῆς τῶν Σκυθῶν χειρὸς αὐτοὺς ἀπαλλάττοντας ὁ μὲν δι᾿ ἀμφορέως, ὁ δὲ ὄι ἀσκοῦ, ὁ δὲ δι᾿ ὁποίου τύ χοιεν ἄγγους ἀναψύχοντες ὕδατι. οἱ δὲ μικρὸν τοῦ ὕδατος σπώμενοι, αὖθις τῆς μάχης ἀντείχοντο. καὶ ἦν ἰδεῖν θέαμα καινόν, ἔθνος ὅλον, οὐ μυριάνθρωπον, ἀλλ᾿ ἀριθμὸν ἅπαντα ὑπερβαῖνον, σὺν γυναιξὶ καὶ τέκνοις ἄρδην κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀπολωλός. ἦν δὲ μηνὸς Ἀπριλίου εἰκοστὴ πρὸς τῇ ἐννάτῃ ἡμέρᾳ, τρίτη δὲ τῆς ἑβδομάδος. ἔνθεν τοι καὶ παρῴδιόν τι οἱ Βυζάντιοι ἐπῇδον, φάσκοντες “διὰ μίαν ἡμέραν οἱ Σκύθαι τὸν Μάϊον οὐκ εἶδον.” ἐπεὶ δὲ ὁ ἥλιος πρὸς δυσμαῖς ἤδη ἦν, καἰ ἅπαντες μὲν ξιφῶν ἔργον γεγόνασι, καὶ τὰ τέκνα φημὶ καἰ αἱ μητέρες, πολλοὶ δὲ καὶ ζωγρίαν ἐλήφθησαν, τὸ ἀνακλητικὸν κελεύσας ὁ αὐτοκράτωρ ἠχῆσαι, πρὸς τὴν ἰδίαν ἐπάνεισι πα ρεμβολήν. καὶ ἦν τῷ κατανοοῦντι θαῦμα ἰδέσθαι, πῶς οἱ πάλαι κατὰ τῶν Σκυθῶν ἐξερχόμενοι καλώδια τοῦ Βυζαντίου ἐξωνούμενοι καὶ ἱμάντας, δι᾿ ὧν δεσμώτας ἄγοιεν τοὺς τῶν Σκυθῶν ἑαλωκότας, τοὐναντίον πεπόνθασιν, αὐτοί τε παρὰ τῶν Σκυθῶν ἑαλωκότες καὶ δεσμῶται γενόμενοι. ἀλλὰ ταῦτα μὲν τότε, ὁπηνίκα κατὰ τὴν Δρίστραν ὁ μετὰ τῶν Σκυθῶν γέγονε πόλεμος· καἰ γὰρ τὸ φρύαγμα τότε τῶν ῾Ρωμαίων καθεῖλε θεός. ἐν ὑστέροις δέ, καθ᾿ ἃν ὑφηγοῦμαι καιρόν, ὁπηνίκα περιδεεῖς τούτους ἔγνω καὶ τὰς σωζούσας ἀπολελωκότας ἐλπίδας, πρὸς τοσαῦτα πλήθη μὴ ἐξισχύοντας, τὴν νί- κην παραδόξως ἐχαρίσατο τούτοις, ὡς καὶ δεσμεῖν καὶ σφάττειν καὶ ζωγρίαν ἄγειν τοὺς Σκύθας, οὐ τοῦτο δὲ μόνον, (τάχα γάρ τι τοιοῦτον κἀν τοῖς μερικοῖς τῶν πολέμων πολλάκις εἴωθε γίνεσθαι,) ἀλλὰ καὶ ὅλον ἔθνος μυρίανδρον κατὰ μίαν καὶ μόνην ἀφανίσαι ἡμέραν.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
