# Ἀλεξιάδα 5.1-9

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΣ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/5.1-9

Καὶ μικρὸν ἑαυτὸν ἀνακτησάμενος τῶν πολλῶν μόχθων, ἐπεὶ τοὺς Τούρκους τὰ ἐντὸς Βιθυνίας κατατρέχοντας εὑρε καὶ ληϊζομένους ἅπαντα, τῶν δυτικῶν πραγμάτων ἐκ θατέρου μέρους πρὸς ἑαυτὰ ἐπισπωμένων τὸν αὐτοκράτορα, πλέον ἐν τούτοις ἢ ἐν ἐκείνοις κάμνων (πρὸς γὰρ τὸ κατεπεῖγον μᾶλλον ὁ πόνος ἦν) ἐπίνοιαν ἐπινοεῖται μάλα μεγαλουργὸν καὶ ἀξίαν τῆς ἐκείνου ψυχῆς καὶ πρὸς ἀσφάλειαν Βιθυνίας ἀποταφρεύει τὼ ἐκείνων καταδρομὰς διὰ τοιαύτης κατασκευῆς. ἄξιον δὲ καὶ τὴν κατασκευὴν ἐκείνην διηγήσασθαι. ὁ γὰρ Σάγγαρις ποταμὸς καὶ ἡ παραλία ἡ μέχρι τοῦ χωρίου Χηλῆς ἰθυτενῶς καταφερομένη καὶ ἡ πρὸς βορρᾶν ἀνακάμπτουσα πολλὴν ἔνδον περικλείουσι χώραν. ταύτην τοίνυν τὴν χώραν πονηροὶ γείτονες γεγονότες ἡμῖν ἀνέκαθεν οἱ τοῦ Ἰσμαὴλ κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων διά τε Μαριανδηνῶν καὶ τῶν πέρα Σαγγάρεως ῥᾳδίως κατελη·ί·ζοντο καὶ μᾶλλον τὴν Νικομήδους ἐπέθλιβον τὸν ποταμὸν διαπεραιούμενοι. τὴν τοιαύτην τοίνυν ὁρμὴν ἀνακόπτων τῶν βαρβάρων ὁ βασιλεὺς καὶ τὴν τῆς χώρας καταδρομὴν καὶ μάλιστα τὴν Νικομήδους ἀσφαλιζόμενος κατωτέρω τῆς Βαάνης λίμνης μακρότατον ὄρυγμα κατιδὼν καὶ παρακολουθήσας αὐτῷ μέχρι πέρατος κατενόει ἀπό τε τῆς θέσεως καὶ τοῦ σχήματος, ὡς ἄρα ὁ τόπος οὐκ ἐκ ταὐτομάτου διαβεβόθρωται οὐδέ συσεσηράγγωται φυσικῶς, ἀλλὰ χειρός τινος ὑπῆρχε μηχάνημα. πολιυπραγμονσας οὖν τὸ τοῦ τόπου μανθάνει παρά τινων, ὡς ἄρα τῆς τοιαύτης διώρυ. χος Ἀναστάσιος ὁ Δίκουρος ἐπεστάτησε. τί μέν βουλόμενος, οὐκ εἶχον λέγειν· ἐφαίνετο δ᾿ οὖν τῷ βασιλεῖ Ἀλεξίῳ, ὡς δὴ ὁ αὐτοκράτωρ ἐκεῖνος ἐβούλετο ἀπὸ τῆς λίμνης ὕδωρ μετοχετεύειν ἐς ταυτηνὶ τὴν χειροποίητον χαράδραν. πρὸς τοιαύτην τοίνυν ἐνθύμησιν ἀναχθεὶς ὁ αἰτοκράτωρ Ἀλέξιος τήν τε τάφρον εἰς βάθος ἱκανώτατον διορύσσειν ἐκέλευε· δεδοικὼς δέ, μή ποτε καὶ πορεύσιμα γένοιτο τὰ τῶν ποτα- μῶν κατὰ τὰς συναφὰς τῶν ῥτευμάτων, ἀνιστᾷ φρούριον ἐρυμνότατον, πανταχόθεν τὸ ἀσφαλὲς καὶ τὸ ἀνεπιχείρητον ἔχον ἀπό τε τοῦ ποταμοῦ καὶ τῆς εἰς ὕψος καὶ πάχος τειχοποιίας· ὅθεν καὶ τὴν σιδηρᾶν ἀπηνέγκατο κλῆσιν. καὶ ἔστι νῦν τὸ σιδηροῦν τουτὶ πυργίον πόλις πρὸ πόλεως καὶ τείχους προτείχισμα. αὐτὸς δέ ὁ αὐτοκράτωρ ἐφίστατο τῇ τοῦ πολιχνίου οἰκοδομῇ ἀπὸ πρωΐας μέχρις ἑσπέρας, καίτοι πολλῆς τῆς ἀλέας οὔσης τὸν θερινὸν τροπικὸν τοῦ ἡλίου διαπορευομένου, καὶ καύσωνος ἠνείχετο καὶ κονίας καὶ πολλὴν τὴν δαπάνην κατεβάλλετο, ὡς ἐντεῦθεν ἐρυμνότατον γεγονέναι τὸ τεῖχος καὶ ἀπρόσμαχον, τοὺς σύροντας ἕκαστον τῶν λίθων, εἰ ἔτυχεν εἶναι πεντήκοντα ἢ ἑκατὸν ἄνδρας, δαψιλῶς ἐπιφιλοτιμούμενος. ἐντεῦθεν δὲ οὐ τῶν τυχόντων, ἀλλὰ καὶ στρατιώτης ἅπας καὶ ὑπηρέτης αὐτόχθων τε καὶ ἐξ ἀλλοδαπῆς ὁρμώμενος πρὸς τὴν τῶν τοιούτων λίθων ὁλκὴν ἐκεκίνητο δαψιλεῖς ὁρῶντες τοὺς μισθοὺς καὶ αὐτὸν τὸν αὐτοκράτορα καθάπερ ἀθλοθέτην τινὰ ἐφιστάμενον. τέχνη γὰρ ἦν καὶ τοῦτο, ἵνα πολλῶν συρρεόντων ῥᾷον ἡ ὁλκὴ τῶν παμμεγέθων ἐκείνων λίθων γίνοιτο. οὕτως ἦν ἐκεῖνος καὶ ἐπινοῆσαι βαθύτατος καὶ καταπρᾶξαι μεγαλουργότατος. τὰ μέν οὖν κατὰ τὸν αὐτοκράτορα μέχρι τῆς * ἐπινεμήσεως τοῦ * * ἔτους κατὰ τὸν εἰρημένον τρόπον προβέβηκεν. οὔπω δὲ μικρὸν ἑαυτὸν ἀναπαύσας λογοποιουμένην ἠκηκόει ἀπείρων Φραγγικῶν στρατευμάτων ἐπέλευσιν. ἐδεδίει μὲν οὖν τὴν τούτων ἔφοδον γνωρίσας αὐτῶν τὸ ἀκατάσχετον τῆς ὁρμῆς, τὸ τῆς γνώμης ἄστατον καὶ εὐάγωγον καὶ τἄλλα ὁπόσα ἡ τῶν Κελτῶν φύσις ὡς ἴδια ἢ παρακολουθήματά τινα ἔχει διὰ παντὸς καὶ ὅπως ἐπὶ χρήμασι κεχηνότες ἀεὶ διὰ τὴν τυχοῦσαν αἰτίαν τὰς σφῶν συνθήκας εὐκόλως ἀνατρέποντες φαίνονται. εἶχε γὰρ ἀεὶ τοῦτο ᾀδόμενον καὶ πάνυ ἐπαληθεῦον. καὶ οὐκ ἀναπεπτώκει, ἀλλὰ παντοίως παρεσυυάζπο , ὥστε καιροῦ καλοῦντος ἕτοιμον πρὸς τὰς μάχας εἶναι. καὶ γὰρ καὶ πλέω καὶ φοβερώτερα τῶν φημιζομένων λόγων ἤσαν τὰ πράγματα. πᾶσα γὰρ ἡ ἐσπέρα καὶ ὁπόσον γένος βαρβάρων τὴν πέραθεν Ἀδρίου μέχρις ῾Ηρακλείων στηλῶν κατῴκει γῆν, ἅπαν ἀθρόον μεταναστεῦσαν ἐπὶ τὴν Ἀσίαν διὰ τῆς ἐξῆς Εὐρώπης ἐβάδιζε πανοικὶ τὴν πορείαν ποιούμενον. ἔσχε δέ τὰ κατὰ τὴν τοιαύτην συγ- κίνησιν τὴν αἰτίαν ἐνθένδε ποθέν. Κελτός τις Πέτρος τοὔνομα, τὴν ἐπωνυμίαν Κουκούπετρος, εἰς προσκίνησιν τοῦ ἁγίου τάφου ἀπελθὼν καὶ πολλὰ δεινὰ πεπονθὼς παρὰ τῶν τὴν Ἀσίαν πᾶσαν ληϊζομένων Τούρκων τε καὶ Σαρακηνῶν μόγις ἐπανῆλθεν εἰς τὰ ἴδια. καὶ διαμαρτὼν τοῦ σκοποῦ οὐκ ἔφερεν, ἀλλ᾿ αὖθις ἠβούλετο τῆς αὐτῆς ἅψασθαι ὁδοῦ. συνιδὼν δέ, ὡς οὐ χρὴ μόνον αὖθις τῆς πρὸς τὸν ἅγιον τάφον ὁδοιπορίας ἅψασθαι, ἵνα μὴ χεῖρόν τι γένηταί οἱ βουλὴν βουλεύεται συνετήν. ἡ δὲ ἦν διακηρυκεῦσαι εἰς ἁπάσας τὰς τῶν Λατίνων χώρας ὡς “ὀμφὴ θεία παρακελεύεταί με πᾶσι τοῖς ἐν Φραγγίᾳ κόμησι κηρῦξαι, ἅπαντας τῶν ἰδίων ἀπᾶραι καὶ εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθεῖν καὶ σπεῦσαι ὅλῃ χειρὶ καὶ γνώμῃ τῆς τῶν Ἀγαρημῶν τὰ ῾Ιεροσόλυμα λυτρώσασθαι χειρός.” καὶ μέντοι καὶ κατώρθωκεν ὥσπερ γάρ τινα θείαν ὀμφὴν ἐνθέμενος εἰς τὰς ἁπάντων ψυχὰς τοὺς ὁπουδήποτε Κελτοὺς ἄλλον ἀλλαχόθεν σὺν ὅπλοις καὶ ἵπποις καὶ τῇ λοιπῇ τοῦ πολέμου παρασκευῇ σκευῇ συναθροίζεσθαι παρεσκεύαζε. κἀκεῖνοι μέν οὕτως εἶχον προθυμίας τε καὶ ὁρμῆς καὶ πᾶσα λεωφόρος τούτους εἶχε· συνεπῄει δέ τοῖς στρατιώταις ἐκείνοις Κελτοῖς καὶ ψιλὸν ὑπὲρ τὴν ἄμμον καὶ τὰ ἄστρα πλῆθος φοίνικας φέρον καὶ σταυροὺς ἐπ’ ὤμων, γύναιά τε καὶ τέκνα τῶν σφῶν ἐξεληλυθότα χωρῶν. καὶ ἦν ὁρᾶν αὐτοὺς καθάπερ τινὰς πο- ταμοὺς ἁπανταχόθεν συρρέοντας καὶ διὰ τῶν Δακῶν ὡς ἐπίπαν [πρὸς τὰς] πρὸς ἡμᾶς ἐπερχομένους πανστρατιᾷ. προηγήσατο δέ τῆς τῶν τοσούτων λαῶν ἐλεύσεως ἀκρὶς τῶν μέν πυρῶν ἀπεχομένη, τοὺς δέ ἀμπελῶνας δεινῶς κατεσθίουσα. ἦν δ’ ἄρα τοῦτο σύμβολον, ὡς οἱ τότε συμβολομάντεις ἀπεμαντεύοντο, ὡς ἡ ἔφοδος τοῦ τοσούτου Κελτικοῦ στρατεύματος τῶν μὲν Χριστιανικῶν πραγμάτων ἀπόσχηται, δεινῶς δ’ ἐπιβρίσειε κατὰ τῶν βαρβάρων Ἰσμαηλιτῶν μέθη καὶ οἴνῳ καὶ τῷ Διονύσῳ δεδουλευκότων. τοῦτο γὰρ τὸ γένος Διονύσῳ τε ὑπείκει καὶ Ἔρωτι καὶ πρὸς παντοίας μίξεις καταφορώτατον καὶ μὴ συμπεριτεμνόμενον τῇ σαρκὶ καὶ τὰ πάθη. καὶ ἐστιν οὐδὲν ἄλλο ἢ δοῦλον καὶ τρίδουλον τῶν τῆς Ἀφροδίτης κακῶν. ἔνθεν τοι καὶ τὴν Ἀστάρτην αὐτοὶ καὶ τὴν Ἀσταρὼθ προσκυνοῦσι καὶ σέβονται καὶ τοῦ ἄστρου τὸν τύπον περὶ πλείονος τίθενται καὶ τὴν χρυσῆν παρ’ ἐκείνοις Χοβάρ. ὁ μέντοι σῖτος εἰς τὸν Χριστιανισμὸν τοῖς συμβολικοῖς τούτοις ἐξελαμβάνετο διὰ τὸ νηφάλιόν τε καὶ τροφιμώτατον. οὕτω μέν οὖν οἱ μάντεις τὰς ἀμπέλους καὶ τὸν πυρὸν ἐξεδέξαντο. ἀλλὰ τὰ μὲν περὶ τῶν μάντεων οὕτως ἐχέτω· τὰ δέ κατὰ τὴν ἔφοδον τῶν βαρβάρων οὕτω παρηκολουθήκει καὶ καινόν τι κατανοεῖν τοῖς γε νοῦν ἔχοισιν ἐνῆν. τῆς γὰρ τῶν τοσούτων ἐλεύσεως οὐχ ὁμοῦ οὐδὲ κατὰ ταὐτὸν γινομένης (καὶ πῶς γὰρ τοσαῦτα πλήθη ἐκ διαφόρων τόπων ἐξορμήσαντα ὅμαδόν τὸν τῆς Λογγιβαρδίας πορθμὸν διανήξασθαι ἐνῆν;) οἱ μέν πρῶτοι, οἱ δὲ δεύτεροι, οἱ δὲ τούτων ὄπισθεν καὶ καθεξῆς οἱ ἅπαντες τὸν ἀπόπλουν οὕτω ποιούμενοι διὰ τῆς ἠπείρου διήρχοντο. Προηγεῖτο δὲ ἑκάστου στρατεύματος τούτων ἀκρὶς ἀμύθητος, ὡς ἔφαμεν. ἅπαντες γοῦν ἅπαξ καὶ δὶς τοῦτο θεασάμενοι προδρόμοις ταύτας τῶν Φραγγικῶν ταγμάτων ἐγνώρισαν. ὡς δέ σποράδην τινὲς τὸν τῆς Λογγιβαρδίας διεπέρων ἤδη πορθμὸν, ὁ αὐτοκράτωρ μετακαλεσάμενός τινας τῶν Ῥωμαϊκῶν δυνάμεων ἀρχηγοὺς ἐκπέμπει τούτους πρὸς τὰ μέρη Δυρραχίου καὶ Αὐλῶνος ἐντειλάμενος δέχεσθαι μὲν προσηνῶς τοὺς διαπερῶντας πανηγύρεις τε δαψιλεῖς ἐξ ἁπασῶν τῶν χωρῶν κατὰ τὴν ὁδὸν ἐξάγειν, εἶτα ἐνεδρεύειν παρακολουθοῦντας διόλου καὶ ἐπὰν ἐκδρομάς τινας τούτους θεάσοιντο ποιουμένους εἰς προνομὴν τῶν παρακειμένων χωρῶν ἐκτρέχοντας, ἀναστέλλειν διὰ μετρίων ἀκροβολισμῶν. συμπαρῆσαν δέ τούτοις καί τινες τῆς Λατινικῆς διαλέκτου εἰδήμονες, ἵνα τὰς ἀναφυομένας μεταξὺ μάχας καταστέλλωσιν. ἀλλ’ ὅπως σαφέστερον ἀφη- γησαίμην τὸ πρᾶγμα καὶ κατὰ μέρος, ταύτης τῆς φήμης διαδραμούσης ἁπανταχοῦ πρῶτος ὁ Γοντοφρὲ τὴν ἰδίαν ἀπεμπολήσας χώραν τῆς προκειμένης ὁδοῦ εἴχετο· ἀνὴρ δὲ οὗτος πολυχρήματος καὶ ἐπὶ γενναιότητι καὶ ἀνδρείᾳ καὶ γένους περιφανείᾳ μεγάλως αὐχῶν· ἕκαστος γὰρ τῶν Κελτῶν ἔσπευδε προτρέχειν τῶν ἄλλων. καὶ γέγονε συγκίνησις οἵαν οὐδέπω τις μέμνηται ἀνδρῶν τε καὶ γυναικῶν, τῶν μέν ἁπλουστέρων ὡς τὸν τοῦ κυρίου προσκυνῆσαι τάφον καὶ τὰ κατὰ τοὺς ἱεροὺς ἱστορῆσαι τόπους ἐπειγομένων ἐπ’ ἀληθείᾳ, τῶν δέ γε πονηροτέρων καὶ μᾶλλον ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες ἄλλον ἐνδομυχοῦντα λογισμὸν ἐχόντων εἴπου ἐν τῷ διέρχεσθαι δυνηθεῖεν καὶ αὐτὴν τὴν βασιλεύουσαν κατασχεῖν καθάπερ πόρισμά τι ταύτην εὑρηκότες. ἐτάρασσε δέ τὰς τῶν πλείονων καὶ γενναιοτέρων ψυχὰς ὁ Βαϊμοῦντος ὡς παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφων. ὁ μέν οὖν Πέτρος μετὰ τὸ ταῦτα διακηρυκεῦσαι πάντων προηγησάμενος τὸν τῆς Λογγιβαρδίας διεπέρασε πορθμὸν μετὰ πεζῶν μὲν χιλιάδων ὀγδοήκοντα, ἱππέων δὲ χιλιάδων ἀνδρῶν ἐκατὸν καὶ διὰ τῶν μερῶν τῆς Οὐγγρίας τὴν βασιλεύουδαν κατέλαβεν. ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος, ὡς εἰκάσαι τινά, καὶ ἄλλως λίαν θερμότατον καὶ ὀξύ, ἐπὰν δὲ καὶ ἀφορμῆς δράξοιτο, ἀκάθεκτον.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
