# Ἀλεξιάδα 6.1-14

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΣ ΙΔ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/6.1-14

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς ἀπὸ τοῦ Καρμὲ κατελθόντας βαρβάρους ὁ δὲ Ἀμὴρ Μουχούμετ μεμαθηκὼς τὴν συμφορὰν τὴν περὶ τοὺς ἀπὸ τοῦ Καρμὲ Μουσουλμάνους κατόπιν εὐθὺς ἐλαύνει τοῖ] βασιλέως ἑνωθεὶς μετὰ τῶν κατὰ τὴν Ἀσίαν οἰκούντων Τουρκομάνων καὶ τῶν λοιπῶν, ὥστε ξυνέβαινε τὸν αὐτὸν διώκειν τε καὶ διώκεσθαι. οἱ μὲν γὰρ ἀμφὶ τὸν Μουχύμετ βάρβαροι τὸν αὐτοκράτορα ἰχνηλατοῦντες ἐδίωκον· ὁ δὲ τοὺς ἀπὸ τοῦ Καρμὲ μεταπορευόμενος ἦν, ὥστε μέσον ἀμφοῖν ἐναπείληπτο. ἀλλὰ τοὺς μὲν ἔφθασε νενικηκώς, οἱ δέ διώκοντες ἔξω κακῶν εἱστήκεισαν ἔτι. ἐπεὶ δ᾿ ἀθρόον τῇ οὐραγίᾳ τοῦ αὐτοκράτορος προσέπεσεν ὁ Μου- χούμετ, πρώτως περιτυγχάνει τῷ Ἀμπελᾷ. ὁ δέ ἐν αἰσθήσει τοῦ αὐτοκράτορος ἂν καὶ διὰ τοῦτο ἐπὶ πλέον θαρσήσας καὶ ἄλλως θρασὺς ὢν ἀνὴρ μηδὲ πρὸς μικρὸν περιμείνας τοὺς μετ’ αὐτόν, ὥστε σὺν εὐταξίᾳ τὴν μετὰ τῶν Τούρκων προσβολὴν δέξασθαι, κατὰ τοῦ Μουχούμετ ἕεται. παρείπετο δὲ καὶ ὁ Τζιπουρέλης. περὶ παλαιοχώριον δέ τι γενομένοις μήπω τῶν ὑπ αὐτοὺς στρατιωτῶν ἐφθακότων καταλαμβάνει τούτους ὁ Μουχούμετ σταθηρότατος ὤν. τὸν ἵππον δέ του Ἀμπελᾶ, οὐ τὸν ἱππότην, διὰ βέλους πλήξας κατὰ γῆς ἔρριψεν. ὃ θεασάμενοι οἱ Τοῦρκοι πεζῷ περιτυχόντες κτείνουσιν. ἀλλὰ καὶ τὸν Τζιπουρέλην ἀναισχύντως κατ’ αἰτῶν ἱέμενον ὁρῶντες ἵππον, ᾧ ἐπωχεῖτο, πτερώσαντες οἷον τοῖς βέλεσιν ἔξεδρον αὐτὸν ἐποίησαν καὶ διὰ μαχαίρας παραχρῆμα ἀνεῖλον. οἱ δὲ τὴν οὐραγίαν τηροῦντες στρατιῶται, ὥστε τοὺς κεκοπιακότας τῶν τὰς σκευὰς τηρούντων στρατιωτῶν καὶ τοὺς ἵππους φορουρεῖν καὶ τοὺς κατ’ αὐτῶν ἱεμένοις ἀπελαύνειν ὡς δύναμις, καταλαβόντας θεασάμενοι τοὺς Τούρκους κατ’ αἰτῶν ἵενται καὶ τρέπουσιν αὐτοὺς κατὰ κράτος. ἐπεὶ δέ ὁ Καμύτζης μετὰ τῶν Τούρκων τηνικαῦτα δέσμιος παρῆν, τὴν γενομένῳ σύγχυσιν ἐν τῇ συμβολῇ τῆς μάχης θεασάμε- νος καὶ τοὺς μέν φεύγοντας, τοὺς δέ διώκοντας ὁρῶν σταθηρὸς ὢν δρασμὸν μελετήσας τῆς ὁδοῦ εἴχετο. περιτυχὼν δέ αὐτῷ κατάφρακτός τις Κελτὸς τὸν ἵππον δίδωσι· καὶ καταλαμβάνει τὸν αὐτοκράτορα περὶ τὴν πεδιάδα τῆς τεμ- πείας αὐλιζόμενον μεταξὺ Φιλαδελφείας καὶ Ἀκροκοῦ διακειμένην, οὐχ ἑνί, ἀλλὰ πολλοῖς ἀποχρῶσαν στρατεύμασιν. ὁ δέ τὸν Καμύτζην θεασάμενος μεγάλως αὐτὸν ἀποδεξάμενος καὶ σῶστρα τῷ ῥυσαμένῳ τοῦτον Θεῷ θύσας πρὸς τὴν βασιλεύουσαν ἐκπέμπει “εἰπὲ” λέγων “ὅσα τε πέπονθας καὶ ὅσα ἑώρακας καὶ τὴν ἡμῶν σὺν Θεῷ τοῖς ἡμετέροις κατάγγειλον ζωήν”. μεμαθηκὼς δὲ τὴν σφαγὴν του Ἀμπελᾶ καὶ τοῦ Τζιπουρέλη καὶ λίαν ἐπὶ τῇ τούτων σφαγῆ περιαλγήσας γήσας ὁ αὐτοκράτωρ τὴν ψυχὴν ἔφη “δύο δόντες ἕνα ἐλάβομεν”. ἔθος γὰρ αὐτῷ, ὁπηνίκα νικήσειέ τινα πόλεμον, ἀνερευνᾶν, εἴ τις ἑάλω τῶν στρατιωτῶν, εἴ τις ἔργον ἐγεγόνει πολεμίας χειρός· καὶ κἂν ὅλας ἐτρέψατο φάλαγγας καὶ νίκην τὴν κατ’ αὐτῶν ἤρατο, ξυμβέβηκε δ’ ἵνα που τυχὸν καὶ τῶν ἐσχάτων στρατιωτῶν ἀπολέσθαι, τὸ τῆς νίκης εἰς οὐδέν ἐλογίζετο πρᾶγμα καὶ Καδμείαν ὡς ἀληθῶς νίκην τὴν νίκην ἐκείνην ἡγεῖτο καὶ ἀντὶ κέρδους ζημίαν. αὐτὸς δέ ἡγεμόνας τινὰς μετὰ τῶν ὑπ’ αὐτὸν στρατιωτῶν ἐς φυλακὴν καταστήσας τῆς χώρας Τεώργιον τὸν Λεβούνην καὶ ἑτέρους πρὸς τὴν βασιλεύουσαν νικητὴς ἐπανῄει. ὁ μέν οὖν Καμύτζης καταλαβὼν τὸ Δάμαλιν καὶ ἐν ἀμφηρικῷ εἰσελθὼν περὶ μέσην φυλακὴν τῆς νυκτός, ἐπεὶ τὴν βασιλίδα εἰς τὰ ὑπερ- κείμενα τῶν ἀνακτόρων ἐγίνωσκεν οὖσαν, κεῖθι καταλαβὼν πατάσσει τὴν περὶ τὸν αἰγιαλὸν πύλην. τῶν δέ ἐρομένων, τίς ἂν εἴη, τὴν ἰδίαν οὐκ ἤθελεν ἀποκαλύπτειν κλῆσιν, ἀλλὰ τὰς πίλας ᾐτεῖτο ἀποζυγωθῆναί οἱ. μόγις οὖν τοὔνομα ἀνακαλύψας παραχωρεῖται τῆς εἰσόδου. ἡ δέ Αὔγουστα περιχαρὴς γεγονυῖα ἐδέξατο τοῦτον ἔξω τῆς τοῖ κοιτῶνος θύρας (Ἀριστήριον τοῦτο πάλαι ὠνόμαζον), θεασαμένη τοῦτον Τουρκικῶς ἐσταλμένον καὶ θατέρων τῶν ποδῶν χω- λεύοντα διὰ τὸ πληγῆναι ἐν τῷ καιρῷ τῆς μάχης, περὶ τοῦ αὐτοκράτορος πρώτως ἐρομένη καθεσθῆναι ἐπέταξεν· εἶτα περὶ πάντων πυθομένη καὶ τὴν καινὴν ἐκείνην ἐξ ἀπροσδοκήτου νίκην μεμαθηκυῖα τοῦ αὐτοκράτορος καὶ τὸν δορυάλωτον ἐλεύθερον ὁρῶσα οὐκ εἶχεν ὑφ’ ἡδονῆς ὅ τι καὶ γένοιτο. ἐπέτρεψε δέ τοῦτον διαναπαύσασθαι μέχρις ἡμέρας κἄπειτα ἐξελθόντα τὰ συμβεβηκότα διακηρυκεύειν ἅπασι. καὶ ὁ μὲν πρωΐθεν ἐξαναστὰς καὶ ἐπιβὰς ἵππου τινὸς μετὰ τῶν ἐσθημάτων πείνων, μεθ’ ὣν ἀφῖκτο τῆς αἰχμαλωσίας παραδόξως ἐλευθερωθείς, ἐπὶ τὸν Κωνσταντίνιον φόρον ἐλήλυθε. καὶ πᾶσα ἡ πόλις εὐθὺς ἐπ’ αὐτῷ ἐκεκίνητο ὁμοῦ τε καὶ τὰ κατ’ αὐτὸν μαθεῖν ἐπειγομένη, ὁμοῦ δὲ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα πλέον ποθοῦσα. αὐτὸς δέ περιστοι- χησάντων αὐτὸν ἱππέων πολλῶν καὶ πεζῶν τά τε κατὰ τὸν πόλεμον λαμπρῷ τῷ στόματι διηγήσατο καὶ ὅσα τότε ξυνέκυρσε κατὰ τοῦ ῾Ρωμαϊκοῦ στρατεύματος καὶ δὴ καὶ ὁπόσα ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐμηχανήσατο καὶ ὅπως ἤρατο νίκην λαμπρὰν πολλαπλασίαν τὴν ἐκδίκησιν ποιησάμενος· καὶ τέλος ἐπέθηκε τὴν παράδοξον ἑταυτοῦ ἀπὸ τῶν βαρβάρων φυγήν. οἷς ἐπευφήμησεν ὅλον τὸ πλῆθος καὶ μέχρις αἰθέρος ὁ κρότος τῆς εὐφημίας ἀνεληλύθει.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
