# Ἀλεξιάδα 7.1-8

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΕΘ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/7.1-8

Ἀλλ’ ἐπανακτέον τὸν λόγον αὖθις ὅθεν ἀπερρύη καὶ καθ' εἱρμὸν ἑκτέον τῆς διηγήσεως. ὁ μὲν οὖν αὐτοκράτωρ τοῖς λογισμοῖς ἀνατρέχων, ἐξ οὔπερ τὴν καθ’ ἑαυτοῦ τοῦ Διογενοῦς μελετὴν ἀνέγνωκεν, καὶ ὅπως ἔξ ἀρχῆς αὐτῆς τῆς αὐτοῦ ἀναρρήσεως ἀμφοῖν ἐχρήσατο τῶν ἀδελφοῖν, ὁπόσης τε φιλοφροσύνης καὶ κηδεμονίας ὲν τοσούτοις ἔτεσιν αὐτοὺς ἠξίου κὰν οὐδὲν τούτων τὴν τοῦ Νικηφόρου γνώμην ἐπὶ τὸ βέλτιον μετηλλοίωσεν, εἰς ἀμηχανίαν ἐνέπιπτεν. ταῦτ’ οὖν ὁ βασιλεὺς ἀναλογιζόμενος πάντα καὶ ὅπως μετὰ τὸ σφαλῆναι αὖθις εἰσῄει, ὅπως ἀπώσθη πάρα τοῦ Τατικίου, καὶ ποὺς ὅπως τὸ φονουργὸν σιδήριον θήγων κατ’ αὐτοῦ αἵμασιν ἀναιτίοις στεύδει χράναι τὰς χεῖρας, καὶ ὁ τέως ἐφεδρεύων καὶ νυκτὸς τὸν φόνον ἐπιτηρῶν τελέσαι ἀπαρακαλύπτως τοῦτον ἤδη ἐπισπεύδει, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. ῆθελε μὲν οὖν οὐδαμῶς τὸν Διογένην μετελεύσεσθαι δι’ ὂν πρὸς αὐτὸν ἐγκάρδιον ἐκέκτητο πόθον, ἐξόχως τὸν ἄνδρα φιλῶν. ·ἁπαξαπλῶς δὲ ἅπαντα συνελών, ὅπη τε προβήσεται τὸ δεινὸν ἐννοῶν ἔπει τὸν περὶ ψυχῆς κίνδυνον αὐτῷ ἐφιστάμενον ἔγνω, πλήττεται τὴν καρδίαν. καὶ εἰς ἳν τὸ πᾶν συναγαγὼν, δεῖν ἔκρινεν κατασχεῖν τὸν Νικηφόρον. ἐκεῖνος δὲ τὸν μελετώμενον ἐπισπεύδων δρασμὸν καὶ βουλόμενος νυκτὸς τῆς πρὸς Χριστουπόλεως φερούσης ἅψασθαι, ἑσπέρας ἀποστείλας εἰς τὸν Πορφυρογέννητον Κωνσταντῖνον τὸν δοθέντα αὐτῷ παρὰ τοῦ βασιλέως ταχυδρόμον ἵππον ᾐτεῖτο ἀποχαρίσασθαί οἱ. ὁ δὲ καὶ ἀνένευσε, λέγων μὴ δύνασθαι δῶρον τοιοῦτον αὐθήμερον τοῦ βα- σιλέως ἀποποιήσασθαι. ἔπει δὲ πρωίας ὁ βασιλεὺς τῆς προκειμένης ὁδοῦ ἥψατο, συνείπετο τούτῳ καὶ ὁ Διογενὴς τοῦ διασκεδάζοντος βουλὰς καὶ λογισμοὺς ἀθετοῦντος λαῶν θεοῦ τοῦτον σφήλαντος, γνωσιμαχοῦντα μὲν τὸν δρασμόν, ὑπερτιθέμενον δὲ ὥραν ἐξ ὥρας ὁποῖα τὰ τοῦ θεοῦ κρίματα. κατασκηνώσας οὖν ἀγχοῦ τῶν Σερρῶν, ὅπου καὶ ὁ βασιλεύς αὐτὸς μὲν τῶν συνήθων εἴχετο λογισμῶν, ὡς πεφωραμένος ἤδη καἰ δεδιὼς τὸ μέλλον. ὁ δὲ βασιλεὺς μετακαλεῖται τηνικαῦτα τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον κὰτ αὐτὴν τὴν ἐσπέραν, ἐν ᾗ καὶ ἡ τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐτελεῖτο μνήμη. καὶ κοινοῦται αὖθις τούτῳ τὰ τοῦ Διογενοῦς, μηδὲ τὸ πρότερον ἀγνοοῦντι, ὡς ξιφήρης εἰσῄει, ὡς ἀπώσθη τῆς θύρας, ὡς τὸ πάλαι βεβουλευμένον, εἰ δυνατόν, σπεύδων τελέσαι. τηνικαῦτα οὖν ἐπισκήπτει τῷ δομεστικῳ ὁ βασιλεὺς τὸν Διογένην εἰς τὴν ἰδίαν μετακαλέσασθαι σκηνὴν καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων πεῖσαι ἀνακαλύψαι ἅπαντα τὰ βεβουλευμένα, ἀπάθειαν αὐτῷ ὑπισχνουμένῳ καὶ ἀμνηστίαν τοῦ λοιποῦ τῶν κακῶν, εἰ μηδ' ὁτιοῦν ἀποκρύψειεν, ἀλλὰ καὶ τοὺς συνίστορας ἔξείποι ἅπαντας. ὁ δὲ ἀθυμίας πλήρης γενόμενος, ὅμως ἐπλήρου τὸ κελευσθέν. ποτὲ μὲν οὖν ἀπειλῶν, ὁτὲ δὲ ὑπισχνούμενος, ὁτὲ δὲ καἰ συμβουλὰς βουλεύων, οὐκ ἔπειθε τὸν Διογένην ὅλως οὐδ' ότιοῦν τῶν βεβουλευμένων ἀνακαλύψαι. τί τὸ ἔπι τούτοις; ἤχθετο μὲν ὁ μέγας δομέστικος καὶ ἠνιᾶτο, οὖ κακῶν φέρεται ὁ Διογένης, στοχαζόμενος. ἔσχε γὰρ τοῦτον προφθάσας ὁ Διογένης γαμβρὸν ἐπὶ τῇ ὑστάτῃ τῶν ἑτεροθαλῶν αὐτοῦ ἀδελφῶν. ἔνθεν τοι καὶ μετὰ δακρύων ἐκλιπαρῶν αὐτὸν οὐκ ἀνίει· ἔπειθε δὲ οὐδαμῶς, κἂν αὐτὸς ἐνέκειτο ἀναμιμνήσκων ἅμα καἰ ὦν οπισθεν. σφαιρίζοντι γάρ ποτε τῷ αὐτοκράτορι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ ἱππηλάσιον ἀνήρ τις βάρβαρος ἐξ Ἀρμενίων καὶ Τούρκων φύς, ξίφος ἔσωθεν τῶν αμφίων φέρων, ἐπὰν τὸν αὐτοκράτορα τῶν συσφαιριζόντων ἀνασειράσαντα τὸν χαλινὸν ἀπολειφθέντα ἐθεάσατο, ἐφ’ ᾦ πνευστιῶντα τὸν ἵππον ἀναψῦξαι, πρόσεισι μὲν τῷ αὐτοκράτορι γονυπετῶν ἅμα καὶ αἰτεῖσθαι ὑποκρινόμενος. ὁ δὲ ἀνασειράζει τὸν ἵππον εὐθὺς καἰ ἐπιστραφεὶς ἐπυνθάνετο, τι ἂν τὸ αἰτούμενον εἴη. ὁ δὲ φονεὺς μᾶλλον ἢ προσαίτης ὤν, τὴν χεῖρα ὑποβαλὼν καὶ τοῦ ξίφους ἁψάμενος εἷλκε τοῦ κουλεοῦ. τὸ δ' οὐ συνείπετο τῇ χειρὶ. ἅπας οὖν καὶ δὶς τοῦ μὶν ξίφους ἀποπειρώμενος, τοῖς δὲ χείλεσι ψευδεῖς αἰτήσεις συνείρων, ἀπογνοὺς καὶ προσουδίσας ἑαυτὸν τῇ γῇ, ἔκειτο συγγνώμην ἐξαι- τούμενος. ὁ δὲ πρὸς αὐτόν στρέψας τὸν χαλινόν, ἠρώτα ὅτου χάριν συγγνώμην αἰτεῖ. καὶ ὃς τὸ ξίφος σὺν αὐτῷ κουλεῷ ἐδείκνυ· στερνοτυπῶν δ’ ἅμα καὶ ἐκθαμβούμενος κω βοῶν ἔλεγε “νῦν σε δοῦλον τοῦ θεοῦ γυήσιον ἔγνωκα, νῦν τὸν μέγαν θεὸν σκέποντά σε ἐν ὀφθαλμοῖς τεθέαμαι ίαι τῇ σφαγῆ γὰρ τῇ σῇ τουτὶ τὸ ξίφος κατασκευάσας καὶ. λαβὼν οἴκοθεν, ἐνταῦθα πάρειμι, ἐφ’ ᾧ κατὰ τῶν σῶν ὠθήσω σπλάγχνων. ἅπαξ δὲ καἰ δίς καὶ τρὶς τοῦτο σπασάμενος, οὐδαμῶς ὑπεῖκον ἔσχον τῇ βίᾳ τῆς ἐμῆς χειρός." ὁ μὲν γὰρ βασιλεὺς καθαπερεὶ μηδέν τι τοιοῦτον ἀκηκοώς, ἐπὶ ταὐτοῦ σχήματος θαρσαλέος εἱστήκει. συνέδραμον δὲ πρὸς αὐτὸν παραχρῆμα ἅπαντες, οἱ μὲν ἀκροασόμενοι τῶν λεγομένων, οἱ δὲ ἐκθαμβούμενοι ἐπὶ τούτοις. οἱ δὲ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι, καὶ διασπαράττειν αὐτὸν ἐπεχείρουν, κἂν αὐτὸς νεύματί τε καὶ χειρὶ καὶ συχνοῖς ἐμβριμήμασιν ἀπεῖργε τῆς ἐγχειρήσεως. τί τὸ ἐπὶ τούτοις; παντελῶς ἀφέσεως ὁ φονεὺς ἐκεῖνος παραχρῆμα τυγχάνει στρατιώτης, οὐκ ἀφέσεως δὲ μόλον, ἀλλὰ καὶ μεγίστων δωρεῶν· ἔπι τούτοις καὶ ἐλευθερίας παραπολαύει. πολλοὶ μὲν οὖν τούτων καὶ ὀχλοῦντες ἐνέκειντο τῆς βασιλευούσης ἀπελαθῆναι τὸν φονέα ἐκεῖνον. ὁ δὲ οὐκ ἐπείθετο, λέγων “ἐὰν μὴ κύριος φυλάξη πόλιν εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. λοιπὸν θεῷ ἐπεύχεσθαι δεῖ, τὴν ἡμετέραν ἐκεῖθεν ἐξαιτουμένους διαμονὴν καἰ φρουράν." ὑπεψιθύριζον οὑν τινές, μετὰ τῆς τοῦ Διογενοῦς γνώμης τῷ τοῦ αὐτοκράτορος φόνῳ ἐπικεχειρηκέναι τὸν ἄνδρα ἐκεῖνον ἐκεῖνον, κἂν ὁ βασιλεὺς οὐδ’ ὅλως ὑπεῖχε τούτοις τοῖς λόγοις τὰ ὤτα ἀλλὰ μᾶλλον ἐβαρυμηνία κὰτ αὐτῶν, τοσοῦτον αὐτοῦ ἀνεχόμενος, ὡς μέχρις αὐτοῦ λαιμοῦ τῆς ἀκωκῆς τοῦ ξίφους φθανούσης, τὸν ἀγνοοῦντα ὑποκρίνεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτω. τούτων οὑν ἀναμνήσας αὐτὸν ὁ μέγας δομεστίκος καὶ μηδαμῶς πείθων, προσελθὼν ἀπαγγέλλει τῷ βασιλεῖ τὴν τοῦ Διογενοῦς ἔνστασιν καὶ ὅτι ἔξαρνος παντάπασιν ὁ Διογενὴς ἐστί καίτοι πολλὰ παρακληθεὶς, ὡς ἔλεγε, παρ’ αὐτοῦ.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
