Ancient Greek
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 8.1-9
Not analysed yet
παραπέμπεται τοίνυν τὸν Μουζάκην. καὶ ἐπισκήπτει ἔνοπλον μεθ’ ἑτέρων παραγενόμενον, ἀναλαβέσθαι τοῦτον τῆς τοῦ μεγάλον δομεστίκου σκηνῆς καὶ εἰς τὴν ἰδίαν ἀπαγαγεῖν κἀκεῖσε μετὰ ἀσφαλείας τηρεῖν, δεσμῶν ἄτερ καὶ ἑτέρας κακώσεως. ὁ δ’ εὐθὺς τὸ κελευσθὲν ἐπλήρου. καἰ παραλαβὼν τοῦτον εἰς τὴν ἰδίαν ἀπάγει σκηνήν. ἔπει δὲ δι’ ὅλης νυκτὸς παρακαλῶν αὐτὸν καὶ συμβουλεύων οὐ μόνον οὐκ ἔπει. θὲν, ἀλλά καὶ ἀναισχύντως αὐτῷ προσφερόμενον ἑώρα, θυμοῦ πλησθείς, καὶ ὃ μὴ προστέτακτο ἐπιχειρεῖν ἠπείγετο. δοκιμάσας οὐν ἐτάσαι αὐτόν, ἤδη δὲ καὶ ἐτάζων, ἔπει οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν ὁ Διογενὴς ἀντισχὼν ἅπαντα ἀνομολογῆσαι διεβεβαιοῦτο, τῶν μὲν δεσμῶν λύει παραχρῆμα, καὶ γραφεὺς τηνικαῦτα προκαλεῖται γραφίδα κατέχων’ Γρηγόριος δὲ ᾦ ὁ Καματηρὸς νεωστὶ· προσληφθεὶς καὶ ὑπογραμματεύων ᾦ αὐτοκράτορι. καὶ Διογενὴς ἅπαντα ἀπαγγέλλων, οὐδὲ τὸν φόνον παρεσιώπα. ἀναλαβόμενος δὲ πρωίας ὁ Μουζάκης τά τε ἐγγράφους αὐτοῦ ὁμολογίας καὶ ἅς ἀναζητήσας εὗρε πα ῥά τινων πρὸς αὐτὸν πεμπομένας γραφάς, δι' ὧν ἐφαίνετο καὶ ἡ βασιλὶς Μαρία τὴν μὲν ἀποστασίαν τοῦ Διογενοῦς εἰδέναι, τὸν δὲ φόνον μηδαμῶς συγχωρεῖν, ἀλλὰ καὶ μετ’ ἐπιμελείας ἀπείργειν αὐτὸν οὐκ ἀπὸ τοῦ φόνου μόνον ἀλλὰ καὶ ἐξ αὐτῆς ψιλῆς ἐννοίας, κομίζει τῷ βασιλεῖ. ὁ δὲ ταύτας ἐπαναγνοὺς καὶ πλείων τῶν ὑποπτευομένων ἐγγεγραμμένοις εὑρηκὼς καὶ τούτους ἐκκρίτους ἅπαντας, ἐν ἀμηχανίᾳ ἥν. οὐδὲ γὰρ ἔμελλεν τῷ Διογενεῖ τοσοῦτον τῆς κοινότητος· εἶχε γὰρ αὐτοὺς πάλαι ὅλῃ ψυχῇ κεχηνότας καὶ πρὸς αὐτὸν ἀτονενευκότας· ἀλλὰ πᾶν τὸ τὰ πρῶτα φέρον τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος ἔσπευδεν ὑποποιήσασθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ τῆς βασιλίδος Μάριας ἀνέκφορα μένειν ἠβούλετο καὶ μέντοι καὶ διετήρησε τὸν ἀγνοοῦντα ὑποκριθεὶς δι' ἣν πρὸς αὐτὴν εἶχε πίστιν καὶ ὁμολογίαν καὶ πρὸ τοῦ τὰ τῆς βασιλείας ἀναδέξασθαι σκῆπτρα. διεδίδοτο δὲ πανταχοῦ, τὴν τοῦ Διογενοῦς βουλὴν παρὰ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου τοῦ βασιλέως καἰ νἰοῦ αὐτῆς διαμηνυθῆναι τῷ βασιλεῖ, κἂν ἄλλως εἶχε τὸ πρᾶγμα. ἐξ αὐτῶν δὲ τῶν ἔξυπηρετουμένων τῷ Διογενεῖ τὰ τίς βουλῆς ἠρέμα διεπορ- μεύετο. ἔπει δὲ ὁ Διογενὴς περιωρᾶτο καἰ δέσμιος ἤδη καὶ ὑπερόριοις καθίστατο, καὶ οἱ τῆς αὐτοῦ βουλῆς ἔκκριτοι ὑπόπτους εαυτοῦς οἱ μὴ φθάσαντες ἁλῶναι ηδη γεγενημένους διαγνόντες, περίφοβοί τε ἐφαίνοντο καὶ σκεπτόμενοι ὅ τι καὶ δράσαιεν τούτους οἱ ἀμφὶ τὸν βασιλέα οὕτω κυμαινομένους κατανοοῦντες, έν ἀμηχάνοις ἑστάναι ἐδόκουν. ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτὸν ὁρῶντες, ὡς εἰς ὑητούς τινας περιγραφείσης ἤδη τῆς τοῦ αὐτοκράτορος ἀγωγῆς, τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἐφιστάμενον ἤδη ἔχοντος. ὁ δὲ βασιλεὺς τοῖς λογισμοῖς ἀναλύων εἰς τὰ ἐξ ἀρχῆς καὶ ποσάκις κατ’ αὐτοῦ ὁ Διογένης ὁρμήσας καἲ σφαλείς ἐκ θείας δυνάμεως, αὐτὸς αὐτόχειρ τούτου φονεὺς ἤδη ἐφίστατο, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. καὶ πολλὰς νοημάτων λαμβάνων μεταβολὰς καὶ τροπὰς πὰρ· ἑαυτῷ ἐποεὶ ἅπαν τοῦ τε πολιτικοῦ καὶ στρατιωτκοῦ συντάγματος διαφθορὸς ταῖς τοῦ Διογενοῦς θωπείαις ἐπέγνω, ἀποχρῶσαν μὴ ἔχων δύναμιν ὥστε φρουρὰν πρὸς τοσούτους ἐπιστῆσαι, μήτε μὴν ἀκρωτηριάσαι λαὸν παμπληθῆ ἐθέλων, τὸν μὲν Διογένην καὶ κεκαυμένον τὸν Κατακαλὼν τοὺς πρωταιτίους ἐς Καισαρόπολιν ἐξέπεμψεν, ἐφ᾿ ᾧ ἐμφρούρους καὶ δεσμώτας εἶναι μόνον, μηδὲν ἄλλο δεινὸν τέως κατ᾿ αὐτῶν βουλευςάμενος, κἂν πάντες ἀκρωτηριάσαι τούτους αὐτῷ ξυνεβούλευον. ἠγάπα γὰρ τὸν Διογένην διαφερόντως καὶ τῆς προτέρας ἔτι περὶ αὐτὸν εἴχετο κηδεμονίας. ὑπερόριον δὲ καὶ τὸν ἐπ᾿ ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ τὸν ****καὶ τὰς περιουςίας αὐιτῶν ἀφελόμενος. τὰ δέ γε κατὰ τοὺς λοιποὺς ἀσφαλὲς ἐλογίσατο μηδὲ εἰς ἐξέτασιν ἀγαγεῖν ὅλως, ἀλλὰ διὰ συμπαθείας τούτους μᾶλλον καταμαλθάξαι. κατὰ μὲν οὖν τὴν ἑσπέραν ἕκαστος τῶν ὑπερορίων τὴν λαχοῦσαν αὐτῷ κατελάμβανεν, καὶ ὁ Διογένης τὴν Καισαρόπολιν· τῶν δ᾿ ἄλλων οὐδεὶς τῆς οἰκείας μεθίστατ καταστάσεως, ἀλλὰ ἐπὶ ταὐτοῦ ἅπαντες μεμενήκεσαν.