# Ἀλεξιάδα 9.1-8

Anna Comnena, Ἀλεξιάδα, ΑΛΕΞΙΑΕΘ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anna-comnena/text/9.1-8

Ἐν τούτοις δὲ τοῖς δεινποῖς ὄντων, τῇ μετ᾿ αὐτὴν βουλομένου τοῦ ἀυτοκράτορος μετακαλέσασθαι πάντας καὶ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ὁπόσοι εἰς τὸν αὐτοκράτορα πόθον ἐγκάρδιον ἔτρεφον τῶν τε ἐξ αἵματος καὶ ἀγκχιστείας αὐτῷ προσηκότων, καὶ ὁπόσοι πατρῷα θεράποντες τότε παρῆσαν, ὀβριμοεργοὶ καὶ ταχεῖς μὲν συνιδεῖν τὸ μέλλον, ἀγχίνοοι δὲ τὸ συνοῖσον ἐν ἀσκέπτῳ καταπράξασθαι χρόνῳ, δεδιότες μη πως τῇ μετ’ αὐτὴν τοῦ πλήθους συρρεύσαντος ἐφορμήσαντό τινες διαμελίσωσιν αὐτὸν ἔνι τοῦ θρόνου, πολλάκις ξίξη ὑπὸ τυ άμφία φέροντες, ὥσπερ ποτὲ ἐκεῖνος ὁ σφαιρίζοντι τούτῳ ἐν σχήματι προσαίτου προελθών ·(τὸ δὲ οὐκ ἄλλην εἶχε τὴν θερμπείαν ἢ τὸ τὰς πρὸς τὸν Διογένην ἁπάντων περιελεῖν ἐλπίδας, τὴν τῶν τούτου ὀμμάτων ὡς ἐν παραβύστῳ διαφημισάντων ἐκτύφλωσιν,) μεταπεμψάμενοι τινας διαπέμπονται τοὺς τοῦτο πρὸς πάντας διακηρυκεύσοντας ἐν ἀπορρήτοις, κἀν μηδ’ εἰς νοῦν οὔπω τοῦτο τοῦ αὐτοκράτορος ὅλως ἀνῄει. ὁ δὲ λόγος οὗτος κἂν ψιλὸς τότ’ ἦν, εἰς ἔργον ὅμως προύβέβηκε, καθὼς ὁ λόγος κατωτέρω διατρανώσειεν. ἐπὰν δὲ ὁ ἥηιος τοῦ ὁρίζοντος ὑπερκύψας λαμπρὸς ἀνέθορεν, ὁπόσοι τῶν περὶ τὸν αὐτοκράτορα μὴ τῆς τοῦ Διογενοῦς λύμης μετειλήχασι καὶ αὐτοὶ δὲ οἱ πάλαι τῶν βασιλικῶν σωμάτων τεταγμένοι φύλακες, πρῶτοι πρὸς τὴν βασιλικὴν ἐχώρουν σκηνήν, οἱ μὲν ξίφη περιεζωσμένοι, οἱ δὲ δόρατα φέροντες, οἱ δὲ τὰς βαρυσιδήρους ῥομφαίας ἔπι τῶν ὤμων ἔχοντες, ἐκ διαστήματός τινος τοῦ βασιλικοῦ θρόνου εἰς μηνοειδὲς σχῆμα ἑαυτοῖς ἱλάδὸν καταστήσαντες καὶ οἶον ἐναγκαλισάμενοι τὸν αὐτοκράτορα, θυμῷ στρατηγούμενοι πάντες καὶ θήγοντες κἂν μὴ τὰ ξίφη ἀλλὰ τὰς καρδίας. ὅσον δὲ συγγενὲς ἐξ αἵματός τε καὶ ἀγχι- στείας τούτῳ προσῆκον, ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἐφ’ ἑκάτερα ἵσταντο. δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμων ἕτεροι καθίσταντο ὑπασπισταὶ. ὁ δὲ βασιλεὺς ἐπὶ θώκου φοβερὸς προυκάθητο, οὐ βασιλικῶς ἐσταλμένος μᾶλλον ἢ στρατιωτικῶς, οὐδὲ πολὺ μετέωρος, ὁποῖα τὰ ἐκείνου μὴ ἐπηρμένα. χρυσὸς δὲ ὅμως τὸν θρόνον ὑπήλειφεν, ὑπερανεστήκει τε τὴν κεφαλήν συνέσταλτο δὲ τούτου τὸ ἐπισκύνιον, τὴν δὲ παρειὰν ἐπιπλέον τότε ὁ ἀγὼν κατεφοίνισσε, τὰ δὲ ὄμματα πεπηγότα ἐπὶ συννοίας κω πλήρη ἐνθυμημάτων ὑπεμφαίνοντα τὴν ψυχήν. συνέθεον δὲ ἅπαντες ὁμοῦ πεφοβημένοι καὶ τὰς ψυχὰς μικροῦ ἐς ἀέρα ὑπὸ φόβου ἔξερεύξασθαι ἐκβιαζόμενοι, τῶν μὲν ὄξύτερον βέλους ὑπὸ τῆς σφῶν συνειδήσεως κεντουμένων, τῶν δὲ τὴν καινὴν ὑποψίαν δεδιότων. φωνὴ δέ τις παρ’ οὐδενὸς ἐξηκούετο ἀλλ’ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες ἐπτοημένοι ἑστήκεσαν. ἀνὴρ δὲ οὗτος καὶ εἰπεῖν συνετὸς καὶ καταπράξασθαι δυνατός· Τατίκιος τούτῳ τὸ ὄνομα. τούτω ὁ βασιλεὺς ἐνατενίσας, δοῦναι τοῖς ἔξωθεν τὴν εἴσοδον διὰ τοῦ βλέμματος ἐνέφηνεν. ὁ δὲ παραχρῆμα τῆς εἰσόδου τούτοις παραχωρεῖ. οἱ δὲ καίπερ δεδιότες, ἀλλ’ ὅμως εἰσῄεσαν, τετρεμμένοι τε τὰς ὄψεις καὶ βραδεῖ ποδὶ στείχοντες. κατὰ στοίχους δὲ τὴν στάσιν λαχόντες, ἐκαροδόκουν τὸ μέλλον ἕκαστος δεδιώς, ὡς τὸν περὶ ψυχῆς λοίσθιον δρόμον δραμούμενος. ἀλλ' οὐδὲ αὐτὸς ὁ αὐτοκράτωρ ἐθάρρει παντάπασιν, (κατ' ᾶνθρωπον λέγω, εἰ μὴ ὅσον εἰς θεὸν ἀναφέρων τὸ πᾶν,) δεδιὼς τὸ σύμμικτον τῶν παρεστώτων, μὴ ἄλλο τι ὀξὺ καὶ δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. στερροτέροις δὲ λογισμοῖς ἑαυτὸν ἑδράσας καὶ ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστάς, τῆς πρὸς αὐτοὺς δημηγορίας ἤρχετο· οἱ δὲ καὶ αὐτῶν ἰχθύων ἀφωνότεροι ἑστήκεσαν, καθαπερεὶ τὰς γλώττας ἐγκεκομμένοι· οἴδατε," λέγων, “ὡς οὐδὲν δεινὸν παρ’ ἐμοῦ ὁ Διογενὴς ἐπεπόνθει ποτέ. οὔτε γὰρ τὴν ἀρχὴν ταυτησὶ τῆς βασιλείας ἐκ τοῦ πατρὸς αὐτοῦ ἀφειλόμην ἐγώ, ἀλλ’ ἕτερος, οὐδέ τι δεινὸν ἢ λυπηρὸν τὸ παράπαν εἰς αὐτὸν πέπραχα. καὶ τῆς βασιλείας εἰς ἐμὲ θεοῦ πάντως νεύσει μεταβιβασθείσης, οὐ· μόνον αὐτὸν καὶ τὸν αὐτοῦ ἀδελφὸν Λέοντα ἔπι ταὐτοῦ διεφύλαξα, ἀλλ’ ὡς οἰκείους παῖδας καὶ ἐπόθησα κω ἐχρησάμην. τὸν δὲ Νικηφίρον καὶ πολλάκις κατ’ ἐμοῦ βουλευόμενον φωράσας, τοσαυτάκις συμπαθείας ἠξίωσα. καὶ μηδὲ πάλιν διορθούμενον ἠνειχόμην ἐπικρύπτειν τὰ πολλὰ τῶν αὐτοῦ μηνιμάτων κατανοῶν τὴν τῶν ἁπάντων πρὸς αὐτοὺς δυσμένειαν, κἀν μηδὲν τῶν παρ’ ἐμοῦ εἰς αὐτὸν γενομένων ἀγαθῶν τὸ δολερὸν τῆς αὐτοῦ γνώμης ἠλλοίωσεν. ἀλλ’ αὐτὸς ἀντὶ πάντων θάνατόν μοι ἐπεψηφίσατο." ἐπεβόησαν δ’ ἐπὶ τούτοις ἅπαντες ὡς οὐ βούλοιντ' ἂν ἕτερον προεστηκότα έν βασιλείῳ ἰδεῖν σχήματι, οὐ τοῦτο οἱ πλείους βουλόμενοι, ἀλλ’ ἦσαν θῶπες αὐτῶν 01 λό- γοι, τὸν ὑπόγυιον διαδρᾶναι κίνδυνον ἐντεῦθεν μηχανώμενοι. ὁ δὲ βασιλεὺς προαρπάσας τὸν καιρόν, συμπαθείας κοινῆς τοὺς πλείονας ἠξίου, ὡς τῶν αἰτίων τῆς βουλῆς ὑπερορίαν πρότερον κατακριθέντων. ἐπὶ τούτου θροῦς ἦρτο πολύς, οἶον οὐδείς πω τῶν τότε παρόντων εἰς ἔτι καὶ νῦν τῶν ὤτων, ὡς λέγουσιν, ἐντὸς εἰσεδέξατο, τῶν μὲν ἐπαινούντων τὸν βασιλέα καὶ θαυμαζόντων τῆς ἀνεξικακίας καὶ πρᾳότητος, τῶν δὲ τοὺς ὑπερορίους διασυρόντων καὶ θανάτου ἀξίους εἶναι διενισταμένων, ὁποῖα τὰ τῶν ἀνθρώπων. ὂν γὰρ τὴν σήμερον μακαριισμοῦ ἀξιοῦσι, προπέμπουσί τε καὶ διὰ τιμῆς ἄγουσιν, ἐπὰν περιτραπέντα τούτῳ τοῦ βίου τὸν κύβον θεάσοιντο, πᾶν τοῦναντίον εἰς αὐτὸν ἐνδεικνύμενοι οὐκ αἰσχύνονται. ὁ δὲ βασιλεὺς νεύματι τούτους κατασιγάσας, αὖθις ἔφη· “οὐ χρὴ θορυβεῖσθαι, οὐδὲ συγχεῖν τὴν προκειμένην ὑπόθεσιν. ἔγωγε γάρ, καθὼς ἔφην, ἅπαντας συμπαθείας ἀξιώσας, πάλιν ὁποῖος τὰ πρότερα πρὸς ὑμᾶς ἔσομαι.’’ ἐν ᾦ δὲ τούτους συμπαθείας ὁ βασιλεὺς ἠξίου, ἄτερ τῆς αὐτοῦ γνώμης ἀποστείλαντες οἱ τὴν βουλὴν ἐκείνην βουλευσάμενοι τῶν ὀμμάτων τὸν Διογένην ἐστέρησαν. ταὐτὰ τούτῳ καὶ κατὰ τοῦ Κεκαυμένου Κατακαλὼν ὡς τῆς αὐτοῦ βουλῆς κεκοινωνηκότα τῷ Διογενεῖ κατεψηφίσαντο. ἡμέρα δὲ ἦν, ὲν ᾗ ἡ τῶν κορυφαίων Ἀποστό- λων μνήμη ἐτελεῖτο. ἀλλὰ ταῦτα μὲν ἔκτοτε καὶ μέχρι σήμερον λογοποιεῖται. εἰ δὲ καὶ ὁ βασιλεὺς πέρι τούτου παρ’ αὐτῶν εἰσηγηθεὶς ἐνδέδωκεν, ἥ καὶ τὸ πὰν τῆς ἐκείνου γνώμης ἦν, θεὸς ἂν εἰδείη· ἔγωγε τέως οὐ πάνυ τι γινώσκειν ἔχω βεβαίως.

---

Anna Comnena, Ἀλεξιάδα, ed. Ludwig Schopen, B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2703.tlg001.local001/.
