Ancient Greek
ΠΕΡΙ ΒΑΡΒΑΡΙΣΜΟΥ.
Anonymi de Barbarismo et Soloecismo, De barbarismo et soloecismo ΠΕΡΙ ΒΑΡΒΑΡΙΣΜΟΥ.
Not analysed yet
Βαρβαρισμός ἐστι λέξις ἤτοι περὶ τὰ στοιχεῖα, ἢ περὶ τὰς προσῳδίας ἡμαρτημένη. Διαφέρει δὲ τοῦ Σολοικισμοῦ· ἐπεὶ ὁ μὲν Βαρβαρισμὸς ἐν λέξει γίνεται, ὁ δὲ Σολοικισμὸς ἐν λόγῳ. Γίνεται δὲ ὁ Βαρβαρισμὸς ἐν τῇ λέξει, περὶ πλεονασμὸν στοιχείου, περὶ ἔνδειαν, περὶ ἐναλλαγὴν, περὶ τόνον, περὶ χρόνον, περὶ πνεῦμα. Λέγομεν δὲ Βαρβαρίζειν καὶ τοὺς ἀλλοφύλῳ λέξει χρωμένους· ὡς εἴ τις τὸ μὲν ὑπαυχένιον Κερβικάριον λέγοι, τὸ δὲ χειρόμακτρον, Μάππαν.