# Exegesis in Hesiodi theogoniam 126

Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam, Section 126. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-exegesis-in-hesiodi-theogoniam/exegesis-in-hesiodi-theogoniam/126

126. γαῖα δέ τοι ἡ γῆ δὲ7) πρῶτον μὲν ἐγέννησε τὸν οὐρανόν. φησὶ γὰρ τὴν γῆν κέντρου λόγον ἐπέχειν πρὸς τὸν οὐρανόν. τὸ δὲ ἶσον ἑαυτῇ, ἤγουν πάντοθεν ὁμοίως ἀπέχοντα καὶ διεστηκότα ταύτης8 ) (πάντοθεν γὰρ ἶσος ἀφέστηκε τῆς γῆς), ἵνα ταύτην παρακαλύπτῃ πανταχοῦ, ἕως9) ἐστήρικται καὶ τὰ στοιχεῖα ἐν αὐτῇ. ἐγέννησε δὲ καὶ τὰ ὅρη· ὅσον γὰρ γλίσχρον τῆς γῆς, ἀναπηδῆσαν καὶ ἐξοστρακισθὲν ἐξ αὐτῆς, ὅρη ἐγένετο, ὅσον λεπτὸν ταύτης, ἐκμυζηθὲν τὴν θάλασσαν ἀπετέλεσε. ποῖα δὲ ὄρη ἐγέννησε; τὰ κατοικητήρια τῶν νυμφῶν, ἤτοι τῶν πηγῶν, αἵ τινες κατοικοῦσι ἀνὰ τὰ ὄρη τὰ βησσήεντα, ἤγουν τὰ ἀφʼ ἑνὸς μέρους βάσιμον 0) τὴν πορείαν ἔχοντα, ὥσπερ καὶ τὸ ἀτραπός. ἀτραπὸς γὰρ λέγεται ἡ λεία ὁδός1 ), ἧς ἐκτραπῆναι οὐκ ἔστιν. ἐγέννησε δὲ καὶ τὸν πόντον, (ὅσον γὰρ λεπτότατον τῆς γῆς, ἐκμυζηθὲν οἱονεί, τοῦτον ἀπετέλεσε), μήτινι συνελθοῦσα, ἔπειτα δὲ συνελθοῦσα τῷ οὐρανῷ ἐγέννησε τὸν Ὠκεανόν, ἤγουν τὸν2 ) ποταμὸν παρὰ τὸ ὠκέως νάειν. καὶ γὰρ ἄνωθεν κατερχομένου τοῦ ἀτμοῦ, τοῦ ἐκ τῆς γῆς ἀναχθέντος, συμβαίνει τὰ κατερχόμενα3 ) εἰς λίμνας ὑδάτων συνεστάναι.

---

Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam, ed. Hans Flach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3156.tlg001.local001/.
