Ancient Greek
Section 155
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 155
Not analysed yet
155. δεινότατον τῶν παίδων. τοῦτο εἶπεν, ἐπειδὴ μετὰ τὸ τὰ τῇδε πάντα πραχθῆναι ἄχρι καὶ τὰ νῦν σπειρόμενα σπέρματα ἀναδίδονται καὶ ἐξέρχονται τῶν λαγόνων τῆς γῆς, ἤγουν οἱ ἀμετάτροποι1) (ὧν τὴν φύσιν οὐδεὶς μετατρέψαι ἰσχύει), μισητῶς διέκειντο τῷ πατρὶ τῷ ἑαυτῶν ἐξ ἀρχῆς, ἤγουν πρὸ τῆς τοῦ ἡλίου παραγωγῆς, πρὸ τῆς τῶν τῇδε2) πάντων διακοσμήσεως, διὰ τὸ ἅμα τῇ τῶν φυομένων βλαστήσει πάλιν αὐτὸ ἀποκρύπτεσθαι. τῶν ἀτμίδων δὲ τῶν τῆς θαλάσσης εἰς τὸν οὐρανὸν ἀναγομένων καὶ πάλιν ἀτάκτως3 )κατὰ τῆς γῆς φερομένων διὰ τὸ μήπω τὸν ἥλιον παραχθῆναι, πᾶν τὸ φυόμενον ἀπὸ τῆς γῆς διεφθείρετο.