Ancient Greek
Section 174
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 174
Not analysed yet
174. εἷσε δέ μιν κρύψασα λόχῳ. ὥσπερ οἱ λοχῶντες καθήμενοι ἐνεδρεύουσι καὶ κρύπτονται, οὕτως οἱ θερίζοντες οἱονεί τινι λόχῳ προσκαθήμενοι, τὰς στάχυας 1) ἐκθερίζουσιν. ἐδίδαξεν οὖν, φησί, τοὺς ἀνθρώπους ἡ γῆ, πῶς δεῖ ταῦτα μετέρχεσθαι. δέδωκε δὲ αὐτοῖς καὶ δρέπανον) κεχαραγμένους ὀδόντας ἔχον καὶ ὑπέθετο τούτοις πάντα τὰ τεχνάσματα. τὸ δὲ λοιπὸν μυθικόν ἐστι.