Ancient Greek
Section 188
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 188
Not analysed yet
188. μήδεα δʼ ὡς τὸ πρῶτον. οὐκ ἄλλως ἄν νοηθείη τοῦτο8) ἢ οὕτως, ὥσπερ ἐξ ἀρχῆς εἰσεκομίσθη ὁ σῖτος καὶ εἰς πλοῖα εἰσεβλήθη, οὕτως ἐφέρετο ἀνὰ τὸ πέλαγος πολὺν χρόνον. οἱ γὰρ ἔμποροι οὐκ ἄλλως τὸν σῖτον εἰς πλοῖα ἐνιᾶσιν, ἀλλʼ ὡς ἐπʼ ἄλλην χώραν μετακομίσαιντο. διὸ καὶ1) τὸ πολὺν χρόνον προσέθηκεν. εἰ μὲν γὰρ ἐπὶ τοῦ μύθου ἐτίθει, τὸ ἀεὶ προσέθηκεν ἄν. ἐπὶ δὲ τῆς ἀλληγορίας οὐκέτι ἀλλὰ πολὺν χρόνον, τουτέστι τοσοῦτον χρόνον φέρεται ἀνὰ τὸ πέλαγος, ὅσον μετακομισθῆναι δεήσει πρὸς ἄλλας χώρας.