Ancient Greek · ~2 min
Section 194
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 194
Not analysed yet
194. ἀμφὶ δὲ ποίη. ποὺς λέγεται τὸ τελευταῖον μέρος τοῦ σώματος, οὐκ ἄλλοθεν ἐτυμολογούμενον ἢ παρὰ τὸ παύσω, εἰς ὃ μέρος6) ἀναπαύεται καὶ καταλήγει τὸ σῶμα. ὥσπερ γοῦν παντὸς τοῦ σώματος τέλος ὁ πούς, οὕτω καὶ πάσης φιλότητος τέλος7) ἡ συνουσία. ἐν τῷ τέλει οὖν καὶ τῇ ἐκπληρώσει τῆς συνουσίας μάρανσις γίνεται καὶ ἀπομαραίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ ἡ βοτάνη.