Ancient Greek · ~5 min
Section 24
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 24
Not analysed yet
24. τόνδε δέ με. αὗται γοῦν, αἱ Μοῦσαι δηλονότι, εἶπον πρός με1), ἤγουν αἱ λογικαὶ τέχναι, ἤτοι ἐν συναισθήσει )ἑαυτοῦ γεγονὼς καὶ ἀναλογισάμενος εἶπε πρὸς ἑαυτόν· ὦ ποιμένες, δοῦλοι κοιλίας, ἐπονείδιστοι. οἱ σοφοὶ γινώσκουσι πολλὰ ψεύδη λέγειν ὁμοιούμενα ἀληθέσι καὶ πάλιν ἀληθῆ λέγειν. τοῦτο δὲ παρήγαγε δεικνύων), ὅτι τὸ περὶ ἔργων ἀψευδῶς )φαίνεται πρὸς τὸν ἑαυτοῦ ἀδελφὸν5 )Πέρσην λεγόμενον6 ). εὐθὺς δὲ σκῆπτρον καὶ στήριξιν1) ἔλαβον δάφνης, ἤγουν2) ἐπεχείρησα κοπιῶν3). καὶ γὰρ τὰ φύλλα τῆς δάφνης πικρά εἰσι, καὶ ὁ ὑπὲρ τῆς ἀρετῆς ἱδρῶς ἐπίπονος. καὶ ἄλλως4) δὲ νοητέον τὸ ἔδον μοι δάφνης κλάδον. εἰ μὴ γὰρ τὴν γλῶσσάν τις ἐξασκήσῃ καὶ οἱονεὶ στομώσῃ πρὸς τὸ φωνεῖν, ὁπότʼ ἂν βούλοιτο καὶ ὅ θέλοι5), οὐκ ἄν ἄλλως γινώσκοιτο σοφός. δάφνη γὰρ εἴρηται ἀπὸ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ φωνῶ. ἐνεπνεύσθην δὲ ὑπὸ τῶν Μουσῶν, ἵνα γινώσκοιμι τὰ ὄντα καὶ τὰ ἐσσόμενα ),ὡς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ φησὶν ἐμφαίνων δεῖν εἶναι περὶ ἐσσομένου γινώσκειν τὸν ποιητήν. ἄειδε δὲ7) Φήμιος καλόν, οὗ κλέος οὔποτʼ ὀλεῖται, γινώσκων γὰρ τὸ μέλλον, καὶ ὡς8) οὔποτε τὸ ὄνομα τῆς τούτου σβεσθείη ποιήσεως, τοῦτο ἐπέγραψεν.