# Exegesis in Hesiodi theogoniam 277

Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam, Section 277. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-exegesis-in-hesiodi-theogoniam/exegesis-in-hesiodi-theogoniam/277

277. ἡ μὲν ἔην θνητή. ἤγουν οὐ πάντοτε ἡ τῆς γῆς ἀναθυμίασις γίνεται, αἱ δὲ δύο, αἱ τῶν λιμναίων ὑδάτων καὶ τῶν θαλασσίων, ἀθάνατοι πάντοτε γίνονται.7) τῇ δὲ τῆς γῆς ἀναθυμιάσει συνῆλθεν ὁ Ποσειδῶν, ἤγουν ἡ ὑδαταώδης ὑγρότης, ἐν μαλακῷ λειμῶνι. ὅτι δὲ τὴν τῆς γῆς ἀναθυμίασιν οὐκ ἄλλην ἀλλὰ τὴν Μέδουσάν8) φησιν, ἐπιφέρει τοῦτο, ὅτι οὐκ ἄλλοθεν εἴωθεν ἐπισυμβαίνειν, εἰ μὴ ἐξ9) ὑγρότητος ἐπιγινομένης τῇ γῇ ἐν ταῖς λειμῶσιν. ὁπότε δὲ ταύτης 1) τῆς Μεδούσης τὴν κεφαλήν, ἤγουν τῆς γηίνης ἀναθυμιάσεως τὴν ἐπιφάνειαν, ὁ Περσεύς, ἤγουν ὁ ἥλιος, ἀφείλετο, ἐπήδησεν ὁ Πήγασος ἵππος καὶ ὁ Χρυσάωρ, δηλονότι οἱ ἄνεμοι καὶ αἱ ἀστραπαί. Περσεὺς δὲ ἐτυμολογεῖται παρὰ τὸ περισσῶς σεύειν καὶ ὁρμᾶν, Πήγασος δὲ παρὰ τὸ πηδᾶν. κατὰ ἀλληγορίαν δὲ1) Χρυσάωρ παρὰ τὸ χρυσῷ ἐοικέναι. καὶ ὁ μὲν ἥλιος ἀφεὶς τὴν γῆν, τὴν μητέρα τῶν μήλων, δηλονότι τῶν ἀστέρων, ἵκετο εἰς τὸν οὐρανόν· μητέρα δὲ μήλων, ἤγουν ἀστέρων, τὴν γῆν φησιν, ἐπεὶ οἱ παλαιοὶ καὶ τοὺς ἀστέρας τρέφεσθαι ἀπὸ τῶν ποταμίων ὑδάτων ἐδόξαζον. ἐπεὶ γοῦν οἱ ποταμοὶ περὶ τὴν γῆν, διὰ τοῦτο μητέρα τῶν ἀστέρων ταύτην φησί.

---

Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam, ed. Hans Flach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3156.tlg001.local001/.
