Ancient Greek
Section 306a
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 306a
Not analysed yet
306. τῇ δὲ Τυφάονα. ἐντεῦθεν οὐκέτι περὶ ὧν ἔλεγε διεξέρχεται, ἀλλὰ περὶ τὰ καθʼ ἡμᾶς διατρίβη, καί φησιν, ὅτι τῇ Ἐχίδνῃ, ἤγουν τῇ τῶν καρπῶν ἀφθόνῳ ἀπολαύσει, συνελθὼν ὁ Τυφών, ἤτοι ἡ θερμότης τοῦ ἔρωτος 6), ἡ ἐν ἡμῖν οὖσα, (ἐτυμολογουμένου τοῦ ὀνόματος ἀπὸ τοῦ τύφω τὸ καίω), ἐγέννησε7 )πρῶτον μὲν τὸν Ὄρθον, ἤγουν αὐτὴν τὴν κίνησιν τὴν εἰς τὰ πάθη, ὃν ὁ σοφώτατος Ὅμηρος ὀρόθυνσιν λέγει, μετὰ ταῦτα γεννᾷ καὶ τὸν Κέρβερον, ἤτοι τὴν κάκωσιν καὶ τὸ βάρος τοῦ κέαρος, ἤγουν τῆς ψυχῆς. Ἀίδεω κύνα. παρὰ τὸ σκότον ἐμποιεῖν τῇ ψυχῇ. πεντηκοντακέφαλον. πολλὰς γὰρ ἀρχὰς κέκτηται.