Ancient Greek · ~2 min
Section 319b
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 319b
Not analysed yet
319. ἣ δὲ Χίμαιραν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν, ἤτοι τὸν χειμερινὸν καιρόν, οὗ τρεῖς εἰσι κεφαλαί, ἡ πρὸς τὸ θέρος5 )ἐγγύτης, ἣν λέοντά φησι διὰ τὸ μετέχειν θερμότητος, ἡ ἀκμὴ τοῦ χειμῶνος, ἣν δράκοντά φησι διὰ τὸ ῥαγδαίαν καταφορὰν γίνεσθαι τῶν ὑδάτων, ἡ μεσότης τοῦ χειμῶνος, ἣν χίμαιραν εἶπε. πνέουσαν6 )πῦρ διὰ τὸ μᾶλλον ἡμᾶς ἐν ταύτῃ δέεσθαι τοῦ πυρὸς θερμαίνοντος. ἣν ὁ Πήγασος, ἤγουν ὁ ἥλιος, ἀνεῖλε καὶ ὁ Βελλεροφόντης, ἡ δύναμις δηλαδὴ τοῦ ἡλίου, ἡ τὰ φερόμενα βέλη ἀναιροῦσα.