Ancient Greek · ~2 min
Section 333
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 333
Not analysed yet
333. Κητώ δʼ ὁπλότατον. ἡ δὲ Κητώ, φησίν, ἤτοι ἡ ὑγρότης ἡ ὑδατώδης, μιγεῖσα τῷ Φόρκυνι, ἤγουν τῇ ὁρμῇ καὶ φορᾷ τῶν ὑδάτων, ἐγέννησε δεινὸν ὄφιν ὑποκάτω τῆς γῆς, δηλονότι τὰς τῶν δένδρων ῥίζας, ὃς ὄφις5) ,ἤτοι τῶν δένδρων ῥίζαι, φυλάσσει τὰ μῆλα, δηλονότι πάντας τοὺς καρπούς. μὴ θαυμάσῃς δέ, εἰ διὰ τῶν μήλων πάντας τοὺς καρποὺς περιείληφεν, ὅπου γε καὶ Ὅμηρος ἑκατόμβην τὴν θυσίαν6 )φάσκν δηλοῖ τὰ θρέμματα πάντα.