# Exegesis in Hesiodi theogoniam 383

Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam, Section 383. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-exegesis-in-hesiodi-theogoniam/exegesis-in-hesiodi-theogoniam/383

383. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ. ἡ δὲ Στύξ, γοῦν ἡ ὕλη, κινηθεῖσα ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην. ὁ πρῶτος, φησί, νοῦς ἐζήλωσε5) τὰ τῇδε πάντα παραγαγεῖν καὶ δὴ παρήγαγε. καὶ διὰ μὲν τοῦτο νοῦν ἐσχηκέναι6) καὶ τοῦτο ποιῆσαι τὸν Σῆλόν φησι, διὰ δὲ τοῦτο τελειῶσαι τὴν Νίκην. ἐδόξαζον γὰρ οἱ παλαιοὶ τὸν τῇδε πάντα7) παραγαγόντα ὕλην εὑρεῖν προυποκειμένην καὶ διʼ αὐτῆς τὰ τῇδε πάντα παραγαγεῖν· ἣν Στύγα, ἤγουν πρόνοιαν, μαινάδα ὁ Πλάτων ἐκάλεσε διὰ τὸ εἰς πολλὰ μορφοῦσθαι καθάπερ καὶ πόρνην. ποτὲ μὲν γὰρ εἰς βόειον εἶδος μεταβάλλεται ἡ πρόνοια, ποτὲ δὲ εἰς ἀνθρώπινον, ποτὲ δὲ εἰς ἄλλο καὶ ἄλλο. ἢ τὸ ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην1) οὕτω νοητέον. ὁ Ἐμπεδοκλῆς ἔφασκεν εἶναι σφαῖραν καὶ ἐν αὐτῇ γεγράφθαι τὸ σύμπαν, τὴν φιλίαν τε καὶ τὸ νεῖκος, καὶ ὁμονοούντων μὲν2) μηδὲν γίνεσθαι, διαλυθέντων δὲ πάντα τὰ τῇδε γενέσθαι, διὰ μὲν τοῦ Ζήλου νοουμένης3) τῆς φιλίας, διὰ δὲ τῆς Νίκης, νοουμένου τοῦ νείκους. ἐγέννησε δὲ τὸ Κράτος καὶ τὴν Βίαν, ὧν χωρὶς οὐδὲν4) ἱδρύεται. οὕτως γὰρ ἐβούλευσεν ἡ Στὺξ γενέσθαι, ὅτι ὁ πρῶτος νοῦς συνεκαλέσατο πάντα ἐξελθεῖν εἰς τὸν κατὰ τῶν Τιτάνων πόλεμον, ἤγουν τῆς ἀταξίας. εἶπε δὲ τιμηθῆναι καὶ ὃς τὴν τῶν πάντων ἀταξίαν διαλύσειεν.

---

Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam, ed. Hans Flach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3156.tlg001.local001/.
