Ancient Greek
Section 458
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 458
Not analysed yet
458. τοῦ καὶ ὑπὸ βροντῆς. εἰ μὲν ἐπὶ τοῦ Ποσειδῶνος τὸ ,,τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθὼν“ νοήσεις 2), ἔστιν οὕτως. δόξαν γὰρ εἶχον οἱ παλαιοί, ὅτι ὅταν οἱ σεισμοὶ γίνωνται, περικλυζομένου τοῦ ὕδατος, τοῦτο γίνεται, ὥστε τὸ ὕδωρ αἴτιον εἶναι. ἐπὶ δὲ τοῦ Διὸς ἑτέραν δόξαν οἱ ἀνόητοι εἶχον, ὅτι πνευμάτων ὑποκάτω τῆς γῆς γεννωμένων καὶ μὴ δυναμένων ἄλλοθεν ἐξελθεῖν, ἡ γῆ στενοχωρεῖται ὑπὸ τούτων καὶ σείεται.