Ancient Greek
Section 463
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 463
Not analysed yet
463. πεύθετο. ἔμαθε γάρ, φησί, παρὰ τῆς Γῆς καὶ τοῦ Οὐρανοῦ, ὅτι ὑπὸ ἰδίου γεννήματος5 )δαμασθήσεται, τουτέστι ὑπὸ παιδὸς ἑοῦ, ἤτοι τοῦ ἀνθρώπου, νικηθήσεται. γέννημα γὰρ τοῦ χρόνου, καὶ ὑπὸ τὸν χρόνον ὁ ἄνθρωπος. νικηθήσεται6 )δὲ τοῦ ἀνθρώπου νοήσαντος καὶ τεχνησαμένου, πῶς τῶν ἐπιτηδείων πορίσειε τοὺς καιρούς. τἆλλα, Διὸς μεγάλου διὰ βουλάς, ἤγουν διὰ φρονήσεως. καὶ κατὰ τὸν μῦθον δὲ7 )οὔτινι ἄλλῳ συμβουλεύσασθαι εἶχεν, εἰ μὴ Γῇ καὶ Οὐρανῷ, ὡς τῆς μὲν ὑποδεχομένης τὰ σπέρματα, τοῦ δὲ ἄρδοντος.