Ancient Greek
Section 481
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 481
Not analysed yet
481. ἔνθα μὲν ἷκτο φέρουσα. ἔνθα, φησίν, ἤγαγε τὴν νύκτα ἡ γῆ. ἐξ ἀφανοῦς4 )γὰρ καὶ ἀοράτου τὰ σπέρματα τὴν αὔξησιν ἐπιδέχονται. ἔκρυψε δὲ τοῦτον τὸν Ζῆνα, ἤγουν τοὺς καρπούς, ἡ γῆ ἐν ἄντρῳ ἠλιβάτῳ, ἤτοι ἐν καταδύσει, ἐν ᾗ ἐπιβαίνοντος ἡλίου δεῖται. εἰ δʼ ἴσως, καὶ ἀπὸ τοῦ ἀλιταίνειν τῆς βάσεως5 )ἐτυμολογεῖτο, καλῶς καὶ οὕτως ἔχει. ἐν τόποις γὰρ ἐρήμοις πᾶς τῆς βάσεως ἀλιταίνει, οὐ γὰρ διοδεύει ἐκεῖσε.