Ancient Greek · ~2 min
Section 517
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 517
Not analysed yet
517. Ἄτλας δʼ οὐρανόν. ὁ δὲ ἄξων, φησί, βαστάζει τὸν οὐρανὸν ἐν πείρασι5 )τῆς γῆς, ἤτοι ἐν γῇ ἐρηρεισμένος. πρόπαρ Ἑσπερίδων λιγυφώνω ν. ἐνταῦθα 6) διʼ οὐδὲν ἄλλο τι τὰς Ἑσπερίδας εἰσήγαγεν, ἀλλʼ ἵα δηλώσῃ, περὶ ὃν τόπον εἰσί. πρῶτον δὲ ἀπένειμε7 )ταύταις τὸν ὠκεανόν. ὠκεανὸν δὲ ὅταν ἀκούσῃς λεγόντων τῶν ποιητῶν, μὴ ἄλλο τι νόει, ἀλλʼ ἢ τὴν τοῦ ἡμισφαιρίου8) περίληψιν, ἤγουν ἀπὸ τοῦ βορείου πόλου μέχρι τοῦ νότου ὁ ἄξων διελήλαται. ἐστήρικται δὲ κἀν τῇ γῇ. ἐν μὲν γαρ τῇ κεφαλῇ τὸν βόρειον ὑποδηλοῖ, διὰ δὲ τῶν χειρῶν τὸν νότον.