Ancient Greek
Section 522
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 522
Not analysed yet
522. μέσον διὰ κίονʼ ἐλάσσας. ἐνταῦθα1) συνέπεται τοῖς τὸ ἡγεμονικὸν περὶ τὴν καρδίαν λέγουσιν ἐγκαθιδρεύεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν „μέσον2) κίονʼ ἐλάσσας“, τοῦτο μόνον οὐχὶ ὑπεδήλωσεν.