Ancient Greek
Section 787
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 787
Not analysed yet
787. πολλὸν δέ θʼ ὑπὸ χθονός. ἐνταῦθα μέλλει δηλῶσαι, ὅτι τϲ κατερχόμενον ὕδωρ οὐ5) πλέον ἐστὶ τοῦ ὑπὸ γῆς· φησὶ γοῦν, ὅτι τὸ δέκατον κατέρχεται μέρος τοῦ ὕδατος. αἱ μὲν γὰρ θ μοῖραι κατὰ τῆς γῆς χέονται, ἡ δὲ μία κατὰ τὰ ὑποχθόνια. τὸ δὲ διὰ νύκτα μέλαιναν εἶπε, παρόσον συννέφεια εἴωθε γίνεσθαι κατὰ τὸν τοιοῦτον καιρόν. διὰ δὲ τοῦ ὀμνύειν εἰς τὴν Στύγα τοὺς θεοὺς δηλοῖ, ὅτι τὸ ὕδωρ τιμιώτερόν ἐστι πάντων, καὶ ὅτι οὐ1) δεῖ ἐπιορκεῖν.