Ancient Greek · ~3 min
Section 811
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 811
Not analysed yet
811. ἔνθα δὲ μαρμάρεαί τε. ὅπου, φησίν, αἱ ῥίζαι εἰσὶ καὶ ὁ χάλκεος οὖδος. ἀρηρώς, αὐτοφυής, ἵνα δηλώσῃ, ὅτι, κἂν καὶ μαρμαρέας πύλας φησί, τὴν γῆν αὐτὴν λέγει, αὐτοφυῆ δὲ τὸ ἀπὸ τῆς αὐτῆς γῆς. —πρόσθεν δὲ θεῶν. ἢ ὅτι καὶ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἀστέρες εἰσίν, ἢ ὅτι τὸν Κόττον καὶ τὸν Γύγην ὑπηρέτας τοῦ Διός φησιν, ἤτοι τὸ ἰσχυρὸν2 )δηλοῦντος τοῦ ὕδατος καὶ τὸ ὑπὸ γῆν εἶναι. καὶ ἀπʼ αὐτῆς τὰς ἀρχὰς εἶναι τῶν ὑδάτων δία γὰρ τὸ ὕδωρ οἱ Δωριεῖς φασιν 3), τὸ ζ εἰς δ τρέποντες, ὡς Ζεὺς καὶ Διὸς ἀπὸ τοῦ δεύειν. τὸν δὲ Βριάρεων γαμβρὸν ἐποίησεν ὁ Ποσειδῶν, τὴν Κυμοπόλειαν γυναῖκα δούς. ὅταν γὰρ ταράσσηται τὸ ὕδωρ καὶ προσαράσσωνται τῇ γῇ τὰ κύματα, τότε τὸ ὕδωρ τὴν οἰκείαν δύναμιν εἴωθεν ἐπιδείκνυσθαι.