Ancient Greek
Section 894
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 894
Not analysed yet
894. ἐκ γὰρ τῆς εἵμαρτο. εἰ μὴ γὰρ ἡ Ἀθηνᾶ, ἤγουν ἡ φρόνησις καὶ τὸ συνετὸν διακριτικόν, ἐγεννήθη, ἔμελλεν ἡ ἀβουλία προελθεῖν, ἣν καὶ ὑπέρβιον διὰ τὸ ἀναιδὲς εἶπεν. Ἀθηνᾶν δὲ ποίαν; τὴν γλαυκῶπιν, ἤτοι τὴν λαμπρυντικήν (γλαύσσω γὰρ τὸ βλέπω), ἢ τὴν καταπληκτικὴν παρὰ τὸ γλαυκοὺς ὦπας ἔχειν (καὶ3) γὰρ τὰ φοβερώτατα τῶν θηρίων τοιούτους ὀφθαλμοὺς ἔχειν φασίν), ἣν Τριτογένειαν εἶπε, παρόσον ἐκ τῆς Τριτοῦς, ἤτοι ἐκ τῆς κεφαλῆς γεννᾶται. 4) οἱ Κρᾶτες γὰρ τὴν κεφαλὴν Τριτώ φασιν.