Ancient Greek · ~1 min
Section 918
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 918
Not analysed yet
918. δʼ Ἀπόλλω να. ἡ Λητὼ δέ, φησίν, ἤτοι ἡ νὺξ ἐγέννησε τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν, τὸν ἥλιον δηλονότι καὶ τὴν σελήνην, ἣν κελαδεινήν φησι διὰ τοὺς6) ἐπὶ τῇ γεννήσει ταύτης ἐγγινομένους κελάδους, ἰοχέαιράν τε διὰ τὰς ἐξ αὐτῆς ἀκτινοβολήσεις, κυνηγέτιδα δέ, παρόσον δοκεῖ πλησιάζουσα τοῖς ὄρεσι κυνηγετεῖν.