Ancient Greek
Section 921
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 921
Not analysed yet
921. λοισθοτάτην δʼ Ἥρην. αὐτὴ8 )δʼ ἐγέννησε τὴν Εἰλείθυιαν, ἤτοι τὴν γεννητικὴν δύναμιν καὶ τὴν εἰς τὸ εἶναι ἔλευσιν καὶ9) προαγωγήν, καὶ τὴν Ἥβην καὶ τὸν Ἄρην, ὅτι ὑπὲρ εὐαερίας καὶ περὶ χωρῶν λιπαρῶν ὁ πόλεμος γίνεται. τινές φασιν, ὅτι1) μετὰ τὸ τοὺς παλαιοὺς ἐμπλησθῆναι εἰς κόρον πάντων τῶν βιωτικῶν τὰ περὶ ἀέρος καὶ τῶν ἄλλων ἐπετηδεύσαντο. ἢ καὶ οὕτως. τὴν Ἥραν σύζυγόν φασι τοῦ Διός, ὅτι ὁ ἀὴρ τῷ αἰθέρι ὑπόκειται, καθώς καὶ ἡ γυνὴ τῷ ἀνδρί. ὁ ἀὴρ δὲ τῷ αἰθέρι συνεφιλιώθη, ἀρχὴν2) διελὼν τοῦ περιδρόμου κύκλου, φθάσας τὸ κέντρον, ἔνθα δʼ ἀρχὴ καὶ τέλος.