# De sacris Atheniensibus 6b

Anonymi Historici (FGrH), De sacris Atheniensibus, Volume 3b,368,F. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-historici-fgrh/de-sacris-atheniensibus/6b

SCHOL. PLAT. Resp. 327 A: ἑορτὴν ἐνταῦθα τὴν τῶν μικρῶν Παναθηναίων φησίν. ἦν γὰρ καὶ μεγάλα, καὶ ταῦτα μὲν ἦγον εἰς ἄστυ Ἑκατομβαιῶνος μηνὸς τρίτηι ἀπιόντος· ἐν οἷς πέπλος τις ἀνήγετο τῆι Ἀθηνᾶι, καθ' ὃν ἐδείκνυτο ἡ κατὰ τῶν Γιγάντων ταύτης τε καὶ τῶν Ὀλυμπίων νίκη θεῶν. τὰ δὲ μικρὰ Παναθήναια κατὰ τὸν Πειραιᾶ ἐτέλουν, ἐν οἷς καὶ πέπλος ἄλλος ἀνεῖτο τῆι θεῶι, καθ' ὃν ἦν ἰδεῖν τοὺς Ἀθηναίους, τροφίμους ὄντας αὐτῆς, νικῶντας τὸν πρὸς Ἀτλαντίνους πόλεμον· ἃ δὴ τοῖς Βενδιδείοις καλουμένοις εἵπετο. (τούτων δὲ καὶ Θρᾶικες ἐκοινώνουν, ἐπεὶ καὶ Βένδις παρ' αὐτοῖς ἡ Ἄρτεμις καλεῖται, καὶ αὕτη τιμωμένη κοινὴ παρ' ἀμφοῖν). ταῦτα δὲ ἐτελεῖτο Θαργηλιῶνος ἐνάτηι ἐπὶ δέκα.

---

Anonymi Historici (FGrH), De sacris Atheniensibus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1139.tlg023.local001/.
