Ancient Greek
Volume 1a,40,F
Anonymi Historici (FGrH), Heraclis historia (Tabula Albana) (IG 14.1293) 1c
Not analysed yet
οὕς ποθ' ὑπ' Εὐρυσθεῖος ἀναγκασθεὶς [τέλεσ' ἄθλους]· /πρῶτα μὲν ἐν Νεμέαι βριερὸν κατέπεφνε λέοντα· /δεύτερον ὕδραν Λερναίαν ἔκτεινε· τρίτον δὲ /κάπρον ἐν Ἀρκαδίαι· στικτὴν ἔλαφον δὲ τέταρτον· /πέμπτον δὲ στρουθοὺς Στυμφαλίδος ἤλασε λίμνης· /ἕκτον θ' Αὐγείαο ἐφόρει κόπρον· ἕβδομον ἐλθὼν /ἐκ Κρήτης ταῦρον μέγαν ἤγαγεν· ὄγδοον ἵππους /Θρήικης ἐξέλασεν Διομήδεος, Ἱππολύτης τε /ζωστῆρα ἐξεκόμισσεν Ἀμαζονίδος· δέκατον δὲ /[Γηρυό]νην ἔκτεινε [καὶ ἤ]γαγε βοῦς ἀγελαίας· /ἑνδέκατον δ' ἐξ Ἅιδου ἀνήγαγε [Κέρβερον αἰνόν·] /Ἑσπερίδων δ' ἤνεγκε μολὼν [ἐπὶ τέρματα γαίης] /χρύσεα μῆλα, δράκοντα λαθ[ὼν *]/δώδεκα μὲν τούσδ' ἐξε[τέλεσσε τότ', αὐτὰρ ἔπειτα] /Βούσειριν μὲν ἐν Αἰγύπτ[ωι κτάνεν, ἐν Λιβύηι δὲ] /Ἀνταῖον· Φολόην Κεντ[αύρων ἐξεκάθηρεν]· /Κύκνον ἰδ' ἀε/τόν, ὃς τὸ [Προμηθέος ἤσθιεν ἧπαρ·] /ἐν Λυδοῖς πύματον **