# Heraclis historia (Tabula Albana) (IG 14.1293) 1c

Anonymi Historici (FGrH), Heraclis historia (Tabula Albana) (IG 14.1293), Volume 1a,40,F. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-historici-fgrh/heraclis-historia-tabula-albana-ig-14-1293/1c

οὕς ποθ' ὑπ' Εὐρυσθεῖος ἀναγκασθεὶς [τέλεσ' ἄθλους]· / πρῶτα μὲν ἐν Νεμέαι βριερὸν κατέπεφνε λέοντα· / δεύτερον ὕδραν Λερναίαν ἔκτεινε· τρίτον δὲ / κάπρον ἐν Ἀρκαδίαι· στικτὴν ἔλαφον δὲ τέταρτον· / πέμπτον δὲ στρουθοὺς Στυμφαλίδος ἤλασε λίμνης· / ἕκτον θ' Αὐγείαο ἐφόρει κόπρον· ἕβδομον ἐλθὼν / ἐκ Κρήτης ταῦρον μέγαν ἤγαγεν· ὄγδοον ἵππους / Θρήικης ἐξέλασεν Διομήδεος, Ἱππολύτης τε / ζωστῆρα ἐξεκόμισσεν Ἀμαζονίδος· δέκατον δὲ / [Γηρυό]νην ἔκτεινε [καὶ ἤ]γαγε βοῦς ἀγελαίας· / ἑνδέκατον δ' ἐξ Ἅιδου ἀνήγαγε [Κέρβερον αἰνόν·] / Ἑσπερίδων δ' ἤνεγκε μολὼν [ἐπὶ τέρματα γαίης] / χρύσεα μῆλα, δράκοντα λαθ[ὼν *] / δώδεκα μὲν τούσδ' ἐξε[τέλεσσε τότ', αὐτὰρ ἔπειτα] / Βούσειριν μὲν ἐν Αἰγύπτ[ωι κτάνεν, ἐν Λιβύηι δὲ] / Ἀνταῖον· Φολόην Κεντ[αύρων ἐξεκάθηρεν]· / Κύκνον ἰδ' ἀε/τόν, ὃς τὸ [Προμηθέος ἤσθιεν ἧπαρ·] / ἐν Λυδοῖς πύματον **

---

Anonymi Historici (FGrH), Heraclis historia (Tabula Albana) (IG 14.1293). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1139.tlg002.local001/.
