# Ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων 21.1-21

Anonymi In Acta Apostolorum, Ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων, 21.1 to 21.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-4/21.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-in-acta-apostolorum/text-4/21.1

Ὁ Παῦλος ὁ αὐλὸς ἐκ τῶν πραγμάτων, Ἡ γραμμάτων πέφηνε τῇ διαστάσει. Τὸ π γὰρ αἴρων, τοῦτο γνώσῃ ῥᾳδίως, Μάλιστα προσχὼν οἷς βιοὺς ἦν καὶ γράφων. ῆ Παῦλον αὐλὸν τοῦ Παρακλήτου λέγε. Ἄρον τὸ πρῶτον γράμμα, καὶ τόνον τέλει Ἐνθεὶς, διαγνῷς Πνεύματος τοῦτον λύραν Ὦς ὄργανόν τε τῆς Θεοῦ μουσουργίας. Ὡς δάκτυλος γὰρ τοῦτον ἡ θεία χάρις Περικροτοῦσα καὶ δονοῦσα τὴν κτίσιν, Κἴλκυσεν, ἐξήγειρε πρὸς εὐπιστίαν, δι´ ἧς τὸ σωσίκοσμον ἤχησε μέλος. Ἄπολλον ἔῤῥε, καὶ συνεῤῥέτω τρίπους. Ζήτω δὲ Παῦλος ἐκ πόλου λαλῶν τρίτου, Θέλγων, συνέλκων πάντας εἰς τριττὸν σέβας. Ἐπιστολῶν τούτου γὰρ ἂν δὶς ἐπτάδα πιστῶς διέλθοις, ζῶντα καρδίας μέσον Τούτου διαγνῷς καὶ λαλοῦντα τὸν λόγον, Ὁς Χριστὸς ὁ ζῶν ἐστι τοῦ Πατρὸς Λόγος. Ἄκουε τοίνυν τῶν ἐπιστολῶν βάθη Ὑψη δὲ μᾶλλον συντομωτάτῳ λόγῳ. Επιστολὴν πρώτην δὲ πρὸς Ῥώμην γράφει,, Ὡς οἷα πρώτην Χριστὸν εἰσδεδεγμένην, Τῇ δευτέρᾳ πλήττει δὲ τοὺς Κορινθίους, Ὡς πίστιν οὐ τηροῦντας ἠκριβωμένως. Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμοὺς γράφει Καὶ τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν. Τὴν δ´ αὖ τετάρτην πρὸς Γαλάτας μὴ κόπους Λὺτῷ παρασχεῖν ἐγχαράττει, πρὸς πλάνην Ιουδαῖστῶν, ἐκκυλισθέντας πάλιν. Πρὸς τοὺς Ἐφεσίους δὲ καὶ Ῥώμης, ἐνα Σκοπὸν τέθεικεν οἷα πιστοῖς ἐκ λόγων. Τοῦτον γὰρ ἦσαν οὐδαμῶς δεδορκότες. Ἕκτην Φιλίππων τοῖς κατοίκοις ἐγγράφει, Πλείους ἐπαίνους τῶν Κορινθίων πλέκων. Καύχημα τούτου καὶ στέφανον δεικνύων Εἰς ἑβδόμην δὲ τοῖς Κολοσσαῖς μηνύει, Ὡς εὐσεβοῦσι πᾶσαν ἐκφεύγειν πλάνην. Καὶ νουθετεῖν ἔγραψεν Ἀρχίππῳ πλέον. Πρὸς Θετταλοὺς δὲ δίς γράφων, εὐφημίας Χριστοῦ προῤῥήσεων, διὰ τοῦ βιβλίου τούτου φανεροῦται ἡ διέξοδος. Τὸ γὰρ. «Μείζονα τούτων ποιήσετε,» διὰ τῆς σκιᾶς τῶν ἀποστόλων θαυματουργούσης, καὶ τῶν σιμικινθίων καὶ τοῦ χρωτὸς, τὰ παράδοξα ἐνεργούντων, ἀπείληφε πέρας. Ὥστε καλῶς ἔχει, τὸ μὲν Εὐαγγέλιον, Χριστοῦ πράξεις λέγειν, τὸ δὲ βιβλίον τῶν Πράξεων τὰς τοῦ ἀγίου Πνεύματος.

---

Anonymi In Acta Apostolorum, Ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003944.
