# Ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων 21.22-36

Anonymi In Acta Apostolorum, Ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων, 21.22 to 21.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-4/21.22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-in-acta-apostolorum/text-4/21.22

Β Λόγους ἔγραψεν ὥς τι καὶ πεπονθότας Ἐκ συγγενῶν, καθώς περ ἐν Σιών τινες. Πάλιν δὲ τούτοις ἦν γράφων εὐθυμίας, Καὶ καρτερεῖν τε συμφορῶν ἀθυμίαις. ΟΙς καὶ σοφῶς ἔλεξεν αἰῶνος τέλος. Ἐξῆς ἔγραψε τὴν πρὸς Ἐβραίους μίαν, Φαίνων ἄμειψιν πίστεως ἑκ τῶν λόγων Φωνὰς προφητῶν πρόσθεσίν τε τῶν ὄχλων. Ἡ πρὸς Τιμόθεον δὲ πρώτη, τὸν τρόπον Ἀρχῆς διδάσκει καὶ τύπους Ἐκκλησίας, Τὴν ταξιν αὐτὴν καὶ διδάσκεσθαι πόθω. Αἰνεῖ δὲ τοῦτον ἡ δίς ἕξ, καὶ δεικνύει Τὴν πίστιν ἐκ μάμμης τε καὶ μητρὸς φέρειν, Ψέγει δὲ λοιποὺς, οὐ τὸν Ὁνησιφόρον. Τιμοθέῳ δηλοῖ δὲ φεύγειν πᾶν ῥέον, Καὶ τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει. Τὰς αἱρέσεις φῆναι δὲ καὶ μὴ θαυμάσειν Γράψας πρὸς αὐτὸν τοῦ πορευθῆναι τάχος. Ὡς σπένδομαι γὰρ δεῖγμα τρανὸν τοῦ τέλους. Ἐξῆς δὲ Τίτῳ κληρικῶν καταστάσεις, Καὶ θεσμὸν ἐκτίθησι τῆς Ἐκκλησίας. Δέδεκτο καὶ Φιλήμων τὴν δίς ἑπτάδα, Τὸν δοῦλον Ὁνήσιμον εἰς ἐλευθέρων ἐλθόντα τάξιν καὶ μεμαρτυρηκότα, σκελῶν τε θλάσιν ὡς κεκαρτερηκότα Ῥώμης ἐπ´ αὐτῆς ἐν χρόνοις τοῦ Τερτύλου. Ἐν τοῖς χρόνοις δὲ Καίσαρος Τιβερίου, Ὧν ἦν ἀριθμὸς ἑπτὰ σὺν δις ἑξάδι Παῦλος διδάσκειν ἦρκτο τοῦ κηρύγματος, Ἑς Κλαυδίου τῶν χρόνων τρεῖς καὶ δέκα, Ὅθ´ ἡγεμών ἦν τῆς Ἰουδαίας Φήλιξ. Ὑφ´ οὗ καθείρχθη Παῦλος ἐν δυσὶ χρόνοις Ἐν Καισαρείᾳ. Καὶ πάλιν τῷ Πορκίῳ Φήστῳ παραστὰς τοὺς ἐτασμούς ἦν φέρων. Καὶ μηχανᾶται τοῦτον ἐκπεφευγέναι, Ζητῶν ἀπελθεῖν ἔνθα Καῖσαρ τυγχάνει Καὶ στέλλεται τάχιστα πρὸς Ῥώμην πόλιν, Ἡν ὁ βδελυκτός Καῖσαρ ἐστρόβει Νέρων Συνῆν δὲ Παύλῳ συγγραφεὺς τῶν Πράξεων Λουκᾶς, Ἀρίσταρχός τε σὐν προθυμίᾳ.

---

Anonymi In Acta Apostolorum, Ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003944.
