# Fragmentum commentarii in Aristotelis rhetorica 1.15

Anonymi in Aristotelis Artem Rhetoricam, Fragmentum commentarii in Aristotelis rhetorica, Edition urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-aristotelis-artem-rhetoricam/fragmentum-commentarii-in-aristotelis-rhetorica/1.15

15. [1416a 28] Ὁ Εὐριπίδης τὸν Ὑγιαίνοντα νάγκασε δοῦναι ἀντί δοσιν. ἡ δὲ ἀντίδοσις λειτούργημα ἦν ὑπὲρ τῆς πόλεως εἰς τριηραρχίας, εἰς σιτίσεις, εἰς ἐκστρατείας, εἰς πλωίμους, ἵνα ἀνθ’ ἑαυτοῦ δώσει τις τόσους ἢ τόσους. διὰ τοῦτο τοίνυν κατηγόρησε τοῦ Εὐριπίδου οὗτος ὁ Ὑγιαίνων ὡς ἀσεβοῦς γράψαντος ἐν τῷ δράματι Ἱππολύτου τὸ ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν. καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν αὐτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαλη θησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας· εἶτα ὡς ὕστερον εἶπεν ἐκείνη τὸν ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ γανάκτησεν, ἀνέμνησεν ἐκείνη περὶ τοῦ ὅρκου ὁ δ’ εἶπεν ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν ἤτοι οὐκ ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα· ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα, οὐκ ἐπιώρκησα. ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδης, φησὶν ὁ Ὑγιαίνων, διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπους. πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει, διότι, φησίν, εἰ καὶ δί κησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὧ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς δημοσίοις δικα στηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς τελετ άρχαις δικάζονται.

---

Anonymi in Aristotelis Artem Rhetoricam, Fragmentum commentarii in Aristotelis rhetorica, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4026.tlg002.local001/.
