Ancient Greek
ΠΕΡΙ ΑΠΟΚΡΙΣΕΩΣ.
Anonymi in Aristotelis Artem Rhetoricam, Fragmentum paraphrasis in Aristotelis rhetorica ΠΕΡΙ ΑΠΟΚΡΙΣΕΩΣ.
Not analysed yet
[1419a 19] Τρόποι δὲ αὐτῶν ἢ διώσασθαι τὰς ἀποκρίσεις τέλεον ἢ φθάσαντες αὐτοὺς ἐρωτήσομεν· εἰ ἄρα δὲ ἀποκρίνασθαι δεῖ, τὴν αἰτίαν προσθέντες ἀποκρινούμεθα, καὶ τὰ ἀμφίβολα ἐξαπλώσομεν καὶ τῷ λόγῳ καὶ πρὸ τοῦ συμπεράσματος, †ὅταν εἰς τοὐναντίον ἡ ἐρώτησις περιάγοι, εἰ φέροι εὐθὺς τὴν λύσιν καὶ αὐτὸ τὸ συμπέρασμα αὐτὸς ἔχων λῦσαι, μὴ προσποιούμενος, ὅτι αὐτὸς ἀντερωτᾷ τὸ συμπέρασμα. Τρόποι μὲν οὖν οὗτοι· παραδείγματος δὲ ἕνεκα ὑποτάξω καθ’ ἕκαστον. ἔφην γὰρ τὰς ἀποκρίσεις ἤτοι διωσόμεθα καθάπαξ, ἂν ἔχωσί τι δυσχερές, οἷον ὡς Καλλίας ποτὲ λέγεται εἰπεῖν, ὅτι ἀποκρίνεται, εἰ τοσοῦτον αὐτῷ δοίη χρόνον ⟨ὁ⟩ ἐρωτῶν, ὅσον αὐτὸς ἐμελέτα τὴν ἐρώτησιν, ἢ φθάσαντες ἐρωτῶμεν αὐτούς, ἃ ῥᾴδιά ἐστιν ἀποκρίνασθαι, οἷον ἐπειδὰν ἐρωτᾷ με, τί ⟨ἂν⟩ ἐποίησα 'οὐκ ἂν τόδε, ἀλλὰ τόδε', οἷον οὐκ ἂν ἐσυκοφάντουν τοὺς φίλους, ἀλλ’ εἰργαζόμην. [a 25] Ἐὰν δὲ ἀναγκαῖον ἢ πάντως ἀποκρίνασθαι, αἰτίαν τινὰ χρὴ προστιθέναι τῇ ἀποκρίσει, οἷον ὡς Ὑπερίδης ἐρωτηθεὶς ὑπὸ Ἀριστογείτονος, εἰ ἔγραφε τοὺς δούλους ἐλευθέρους εἶναι, ἔφη, ἵνα μὴ οἱ ἐλεύθεροι δου λεύωσι. [a 20] Τά γε μὴν ἀμφίβολα οἷον τὸ πῂ μὲν ἔπραξα, πῂ δὲ οὔ' ἐξαπλοῦν τῷ λόγῳ καὶ τὰς αἰτίας προστιθέναι, οἷον 'τόδε μὲν ἔπραξα διὰ τόδε, καὶ ὅλως τὰς βραχυλογίας καὶ συντομίας παρέχεσθαι ἐπὶ ταῖς ἀπο κρίσεσι, †τὰ δὲ προσδιορισμοῦ φευκτέον. |[a 21] Εἰ δὲ εἰς ἐναντίον ἡ ἐρώτησις ἀπάγει, τὴν λύσιν φέρειν χρὴ ἤτοι πρὸ τοῦ ἐπιόντος ἐρωτήματος ἢ ἁπλῶς πρὸ τοῦ συμπερανθῆναι τὸν συλλο γισμὸν τῷ ἐρωτῶντι· σχεδὸν γὰρ οὐκ ἄδηλον εὐθὺς ἐρωτῶντος, ὅτι βούλεται ὁ λόγος· ὥστε φθάσαντα τὴν αἰτίαν ἐπενεγκεῖν, ἢ ἀφαιρήσει τὸν τόπον. [a 25] Ἔστι δὲ καὶ τῷ συμπεράσματι ὡς ἐρωτήματι χρῆσθαι μὴ προσποιούμενον, ὅτι ὁ ἐρωτῶν συμπέρασμα ἐπήγαγεν, ἀλλ’ ὡς πρὸς τὰς ἄλλας προτάσεις ἀποκρίνασθαι καὶ πρὸς τὸ συμπέρασμα ὡς ἐρωτῶντος. [a 31] Ἔτι ἀπομνημονεύουσι περὶ τοῦ τῆς ἐφορείας εὐθυνομένου Λάκωνος· ἑαλωκότων ἔτι τῶν συναρχόντων ἐρωτηθείς, εἰ δοκήσει †δικαίως ἀπήχθησαν οἱ ἔφοροι, ἔφη· πάλιν δὲ ἀναπυνθανομένων, εἰ τῆς πράξεως κεκοινώνηκεν αὐτοῖς, κεκοινώνηκα. οὐκοῦν λεγόντων καὶ σὺ δικαίως ἂν ἀπόλοιο; οὐ δῆτα, ἔφη· οἱ μὲν γὰρ χρήματα λαμβάνοντες ταῦτα ἔπραξαν, ἐγὼ δὲ ἀπὸ γνώμης. μὴ προσποιηθείς, ὅτι συμπέρασμα ἐπή γαγεν, ἔλυσε καὶ λογικῶς τὸν συλλογισμόν. ὅθεν καὶ τὸ αὐτὸ τοῖς ἐρωτῶσι παραφυλακτέον, *πολύς τις τῇ τῶν πραγμάτων ἀληθείᾳ περιείη μάλιστα, ὡς μήτε αὐτὸ τὸ συμπέρασμα ἄλλα τινὰ συ *|συλλογισαμένου ἅπαξ· εἰ γὰρ μετὰ τὴν ἀπόκρισιν τοῦ ἐφόρου τουτουὶ τὴν δευτέραν ὁ συλλογισμὸς ἐπήχθη τῷ κατηγόρῳ αφο *δῆλον τοίνυν, ὅτι καὶ σὲ τεθνάναι χρή, οὐκ ἂν ἔσχεν ἀποκρίνασθαι καὶ σωθῆναι.