# Fragmentum paraphrasis in Aristotelis rhetorica ΠΕΡΙ ΕΡΩΤΗΣΕΩΣ.1

Anonymi in Aristotelis Artem Rhetoricam, Fragmentum paraphrasis in Aristotelis rhetorica, ΠΕΡΙ ΕΡΩΤΗΣΕΩΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-aristotelis-artem-rhetoricam/fragmentum-paraphrasis-in-aristotelis-rhetorica/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%95%CE%A1%CE%A9%CE%A4%CE%97%CE%A3%CE%95%CE%A9%CE%A3.1

18. Ἐρώτα δὲ αὐτὸν τετραχῶς· τοσοῦτοι γάρ εἰσι τῶν ἐρωτήσεων οἱ τρόποι· πολλάκις γὰρ αὗται κατὰ καιρὸν † μὴ γινόμεναι καὶ ὤνησαν καὶ ἔβλαψαν. εἰσὶ δὲ οἱ τρόποι οἵδε· τὸ εἰς ἄτοπον ἀπάγειν, τὸ τὰ ὁμο λογούμενα ἐρωτᾶν, καὶ τὸ ἐρωτᾶν τότε, ὅταν μέλλῃς εἰς τοὐναντίον περι τρέπειν, καὶ τὸ ἀληθέσι ψευδῆ συμπλέκοντα πυνθάνεσθαι. [1419a 1] Εἰς μὲν οὖν τὸ ἄτοπον ἐμβάλλεις τὸν ἀντίδικον ἐρωτήσας οὕτως, ὡς ερικλῆς Λάμπωνα ἤρετο τί ταῦτά ἐστιν εἰπῶν τὰ δρώμενα ἐν τοῖς μυστηρίοις; εἰπόντος δὲ τοῦ Λάμπωνος ὡς 'οὐχ οἷόν τε ταῦτα τοῖς ἀμυήτοις ἐξαγγέλλειν', ἀνήρετο ὁ ερικλῆς, εἰ αὐτὸς οἶδεν· οὐ συμφήσαντος δὲ τοῦ Λάμπωνος ἐν τοῖς οὐχ οἷόν τε ταυτὶ τοῖς ἀμυήτοις ἐξαγγέλλειν, καὶ πῶς' εἶπεν 'ἀτέλεστος ὤν; [a 5] Ὁμολογούενα δὲ ἐρωτήσεις, εἰ τὰ ἐξ ἀνάγκης δοθησόμενα ὑπὸ τῶν ἀντιδίκων πυνθάνοιο, καὶ ὧν ῥηθέντων ἐπὶ τὸ συμπέρασμα εὐθὺς † οὐ χωρήσεις, τὰ ὁμολογούμενα εὐθὺς παραλιπών, ὡς λάτων ἐν τῇ Σωκράτους ἀπολογίᾳ· λεγόντων γὰρ τῶν κατηγόρων, ὡς Σωκράτης θεοὺς οὐ νομίζει καὶ καινὰ δαιμόνια εἰσάγει, ἀνήρετο αὐτοὺς περὶ τῶν δαιμονίων, εἰ μὴ θεοὺς ἢ θεῶν παῖδας γοῦνται αὐτούς· ὡς δὲ συνέφησαν, ἔστι δέ, 147 ὅστις θεοὺς οὐ νομίζει θεῶν παῖδας νομίζων; παρέλιπε γὰρ τὸ αὐτόθεν ὁμολογούμενον, ὅτι ὁ δαιμόνια νομίζων θεοὺς νομίζει. [a 12] Εἰς τὸ ἐναντίον δὲ περιστήσεις, ὡς Λυσίας ἐν τῷ Ἐρατοσθέ νους· ἐπειδὴ γὰρ ὡμολόγει μὲν ἀπάγειν τὸν ἀδελφὸν αὐτοῦ ολέμαρχον 5 διὰ τὸ προστάξαι τοὺς τριάκοντα, ὧν εἷς ἦν καὶ αὐτός, ἐρωτηθεὶς δέ, εἰ παρῆν καὶ αὐτὸς προτεθείσης περὶ αὐτοῦ βουλῆς καὶ εἰ ἀντέλεγεν ἢ ἐπῄνει τὰ δοκοῦντα τοῖς ἄλλοις, ὡς δὲ ἔφη καὶ παρεῖναι καὶ ἀντιλέγειν τοῖς ἄλλοις, προσηρώτησεν, εἰ ἄδικα πάσχειν ἡγεῖτο αὐτόν, καὶ συγχωρήσαντος 10 ἐπήγαγεν εἶτα, ὧ σχετλιώτατε πάντων, ἀντέλεγες μέν, ἵνα σώσειας, συνε λάμβανες δέ, ἵνα ἀποκτείνης; [a 13] Τελευταῖος δὲ τοῦ ἐρωτᾶν καιρός, ὅταν μὴ ἐγχωρῇ λῦσαι τὴν ἐρώτησιν † σοφιστικῶς ἀποκρινόμενον· οἷον τὰ μὲν ἔστι, τὰ δὲ οὔ' ἢ πῂ μὲν ἀληθὲς τὸ λεγόμενον, πῂ δὲ ψεῦδός ἐστι· πρὸς γὰρ τοὺς οὕτως ἀπο κριναμένους οἱ ἀκροώμενοι θορυβοῦσιν ὡς ἀποροῦντας καὶ οὐκ ἔχοντας ἀντειπεῖν. [a 16] Δεῖ δὲ παρὰ ταῦτα μηδένα ἄλλον τρόπον ἐρωτήσεων τῶν 20 πρὸς τὸν ἀντίδικον ἐπινοεῖν· ἐνστάντος γὰρ τοῦ ἐρωτωμένου πρὸς ὁτιοῦν, οὐ πρὸς ὁτιοῦν ἡττῆσθαι δόξει. [a 19] Δεῖ δὲ † ὁμοίως ἐρωτᾶν μηδὲ διὰ πολλῶν ἐρωτημάτων περαι οῦσθαι τὰ ἐνθυμήματα· ἀσθενὴς γὰρ ὁ ἀκροατής. Φεύγοντος τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν καὶ ἀνάγκαζε αὐτὸν ἀποκρίνεσθαι· οἵ τε γὰρ φεύγοντες τὰς ἀποκρίσεις ἐγνωκέναι δοκοῦσι καὶ τάχα ἂν εὕροιέν τινα διάλογον βιασθέντες ἀπαντῆσαι πρὸς τὴν ἀπόκρισιν. Ἔστι δὲ ἄλλος τρόπος ἔξω τῶν πρὸς τὸν ἀντίδικον τοῦ | ἐρωτᾶν †· τοῦτο δὲ ποιεῖν δεῖ, ὅταν ἴδωμεν τοὺς δικαστὰς συμπεριφερομένους ἡμῖν καὶ ἃ ἡμεῖς ἂν βουληθείημεν ἀποκριναμένους πυνθάνεσθαι καὶ τούτων· τοῦτον γὰρ τὸν τρόπον ἔστιν ἄνευ κινδύνου πάντα συλλογίζεσθαι· ὡς γὰρ αὐτοῦ τοῦ πράγματος ἔχοντος τἀληθὲς οἱ ἀκούοντες καὶ τοῖς ἐξ ἐναντίας † τοῖς ἐρωτῶσι προσομολογεῖν. Δεῖ δὲ καὶ τὰς αἰτίας ἐπιφέρειν ταῖς ἐρωτήσεσι [καὶ ταῖς ἀποκρίσεσιν], αἷς αὐτο * ἐρωτῶμεν, οἷον εἰ δέ τίς σε ἔροιτο· τί δήποτε; τοῦτο γὰρ εὔλογον ἢ φύσιν ἔχον ἐστὶ † τοῦ ἀποκρίνασθαι ἢ τοῦ εὐνοϊκῶς ἔχον τος τῇ πόλει· καὶ γὰρ ἡδὺ καὶ ἀκριβέστερον οὕτω φαίνεται. χρήσῃ δὲ καὶ τούτῳ τῷ ὀργάνῳ πανταχοῦ. Εἰσὶν οὖν τῶν ἐρωτήσεων οὗτοι οἱ τρόποι· τὸ τὰ ὁμολογούμενα ἐρωτᾶν, τὸ εἰς ἄτοπον ἐμβαλεῖν τὸν ἐρωτώμενον, καὶ τὸ ἐρωτᾶν τότε, ὅτε εἰς τοὐναντίον μέλλῃς περιστήσειν, καὶ ἀληθέσι ψευδῆ συμπλέκοντα ἐρωτᾶν, καὶ μὴ διὰ πολλῶν ἐρωτήσεων συμπεραίνειν τὸν συλλογισμόν, καὶ αὐτὸν ἐρωτᾶν, ὅταν ἴδωμεν καὶ τοὺς δικαστὰς συμπεριφερομένους ἡμῖν, καὶ τὸ μετὰ προσθέσεως τῆς αἰτίας ἐρωτᾶν.

---

Anonymi in Aristotelis Artem Rhetoricam, Fragmentum paraphrasis in Aristotelis rhetorica, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4026.tlg003.local001/.
