# In Aristotelis artem rhetoricam commentarium 1.1.15.1

Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium, Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-aristotelis-artem-rhetoricam/in-aristotelis-artem-rhetoricam-commentarium/1.1.15.1

Μάρτυρες, συνθῆκαι ἤτοι συμφωνίαι. [a 27] ἐὰν μὲν ὁ γεγραμμένος νόμος ἐστὶν ἐναντίος τῷ πράγματι. οἶον ὅτι ὁ νόμος λέγει υἱὸς μητρὶ οὐχ ὑπόκειται, χρηστέον τῷ κοινῷ νόμῳ ἤτοι τῷ φυσικῷ ἤτοι ἄλλος φυσικὸς νόμος ἀναγκάζει τοῖς γονεῦσιν ὑποκεῖσθαι. [a 29] καὶ χρηστέον τοῖς ἐπιεικέσιν ὡς δικαιοτέροις· οἱ γὰρ ἐπιειτάττουσι. οὐ προσέχουσι τῷ νόμῳ· ἐλαττωτικοὶ γάρ εἰσιν, ὧν οἱ νόμοι προσκαὶ ὅτι δεῖ ἡμᾶς κρίνειν χρωμένους τῇ ἀρίστη γνώνῃ. ἀρίστη δὲ γνώμη ἐστὶ τὸ μὴ πάντως χρῆσθαι τοῖς γεγραμμένοις· ἀλλὰ δεῖ ἀποφαίνεσθαι περὶ αὐτῶν, ὡς ἂν ὁ φρόνιμος ὁρίσηται, οἷον εἰ δικαζόμενος μετά τινος ἐξωδίασα πολλὰ ἐν δικαστηρίοις, εἰ μέλλω ἀπαιτῆ σαι τὰς δαπάνας, ἐπεὶ ἄδηλόν ἐστι, πόσα ἐξωδίασα, δεῖ ἀπιδεῖν πρὸς τοὺς φρονίμους καὶ ὡς ἂν ὁ φρόνιμος στοχαζόμενος ὁρίσηται, ὅτι τόσα εἰκὸς ἐξοδιάσαι, ἀναγκάζειν καὶ τὸν ἄδικον τοσαῦτα καταβαλεῖν. [a 32] οὐδὲ ὁ κοινὸς ἤτοι ὁ φυσικὸς νόμος μεταπίπτει, ἀλλὰ μένει αἰεὶ ὁ αὐτός. οἱ δὲ γεγραμμένοι νόμοι ἀλλάττονται καὶ μεταπίπτουσιν. ὁ Κρέων προσέταξε μὴ ταφῆναι τὸν Πολυνείκην, ἡ δὲ Ἀντιγόνη ἔθαψε καὶ ἀνα κρινομένη φησὶν ἔθαψα παρὰ τὸν νόμον τοῦ Κρέοντος, οὐ παρὰ τὸν ἄγραφον ἤτοι τὸν φυσικόν, καὶ διὰ ταῦτα οὐκ ἐφρόντιζον οὐδενὸς ἀνδρὸς θάπτουσα τὸν Πολυνείκην. [b 3] ἀλλ’ οὐ τὸ δοκοῦν τῷ Κρέὄντι ἢ τῷ δεῖνι καὶ τῷ δεῖνι δίκαιόν ἐστι καὶ ἀληθές οὐ γὰρ ποιεῖ τὸ ἔργον τοῦ νόμου ἤτοι τὸ συμφέρον καὶ δίκαιον. καὶ ἀρίστου ἀνδρός ἐστι τὸ χρᾶσθαι τῷ εὐδοκιμοῦντι νόμῳ καὶ τῷ κρείττονι, εἴ γε δύο νόμοι ἐναντιοῦνται. [b 9] καὶ εἰ ὁ αὐτὸς νόμος ἐναντιοῦται ἑαυτῷ αὐτός, ἀρίστου ἀνδρός ἐστι τὸ ἐκλαμβάνειν αὐτὸν εἰς τὸ δίκαιον. ἀλλ’ ὁ μὲν νόμος διατάττεται ἐρρῶσθαι, ἅτινα ἂν σύνθηται ἤτοι τὰς συμφωνίας καὶ ἃ συμφωνήσουσιν, ὁ δὲ ἀπαγορεύει μὴ συντίθεσθαι παρὰ τὸν νόμον ἤτοι τὸ τὰς παρανόμους συμφωνίας μὴ ἐρρῶσθαι· ἐνταῦθα ἐναντιουμένων τῶν δύο τούτων νόμων ἀρίστου ἐστὶ τὸ χρήσασθαι τῷ κρείττονι. [b 11] καὶ εἰ ὁ αὐτὸς νόμος ἐστὶν ἀμφίβολος ἤτοι ἐναντιούμενος αὐτὸς ἑαυτῷ, δεῖ στρέφεσθαι ἐφ’ ἑκάτερα τὰ μέρη τοῦ νόμου (διττὰς γὰρ τὰς ἀγωγὰς ὁ τοιοῦτος ἀπογεννᾷ) καὶ βλεπτέον, ποίᾳ ἀγωγῇ ἁρμόζει τὸ δίκαιον καὶ τὸ συμ φέρον, εἶτα χρηστέον τῷ νόμῳ ἐπὶ τούτῳ τῷ μέρει αὐτοῦ, ᾧ ἁρμόζει τὸ δίκαιον. [b 13] καὶ εἰ τὰ μὲν πράγματα, ἐφ’ οἷς ὁ νόμος ἐτέθη, μὴ μένουσιν, ὁ δὲ ἐπ’ αὐτοῖς νόμος τεθεὶς ἔτι κρατεῖ, εἰ ὁ ἀντίδικός σοι προσφέρει τὸν νόμον τοῦτον, δεῖ σε τοῦτο δηλοῦν, ὅτι ὁ νόμος αὐτὸς ἤργησεν, ὅτι καὶ τὰ πράγματα, ἐφ’ οἷς ὁ νόμος ἐτέθη, μὴ μένουσι, καὶ ταύτῃ, ἤτοι οὐ γὰρ δεῖ μάχεσθαι πρὸς τὸν τοιοῦτον νόμον. [b 16] ἐὰν δὲ ὁ νόμος ὁ γεγραμμένος πρὸς τὸ πρᾶγμά ἐστι καὶ συμβάλλε ταί σοι ἐν τῇ ὑποθέσει σου, λεκτέον ἤτοι τὸ κρίνειν ἐν τῇ γνώμῃ τῇ ἀρίστῃ οὐκ ἔστιν ἕνεκα τοῦ δικάζειν παρὰ τὸν νόμον, ἤτοι γνώμη ἀρίστη ἐστὶν οὐχ ἵνα παρὰ τοὺς νόμους δικάζωμεν, ἀλλὰ κατὰ τοὺς νόμους. καὶ διὰ τοῦτο τηρητέον καὶ τὸν νόμον τοῦτον, διότι καὶ τὰ πράγματα μένουσι. τὸ δὲ κρίνειν ἀρίστῃ γνώμῃ ἐστίν, ἵνα ὁ δικαστής, εἰ ἀγνοήσει τι, ὧν λέγει ὁ νόμος, μὴ δόξῃ ἐπιορκεῖν· τὸ γὰρ παλαιὸν πρῶτον ὤμνυον οἱ δικασταὶ μὴ παραδικάσαι, εἷθ᾽ οὕτως ἐκάθηντο εἰς τὸ κρῖναι τήνδε ἢ τήνδε τὴν ὑπόθεσιν. καὶ ὅτι ἀρίστη ἐστὶν ἡ γνώμη τοῦ νομοθέτου ἡ ἐμφαινομένη ἐν τῷδε τῷ νόμῳ τῷ παρὰ σοῦ διαβαλλομένῳ. [b 19] καὶ ὅτι ἕκαστος αἱρεῖται οὐ τὸ ἁπλῶς ἀγαθόν, ἀλλὰ τὸ ἑαυτῷ ἀγαθόν. καὶ ὅτι ἄτοπόν ἐστι τὸ μὴ χρῆσθαι τῷ κειμένῳ νόμῳ· τὸ γὰρ τῷ κειμένῳ μὴ χρῆσθαι ταὐτόν ἐστι τῷ εἰ μηδὲ ἔκειτο. [b 20] καὶ ὅτι ἐν ταῖς ἄλλαις τέχναις οὐ λυσιτελεῖ παρασοφίζεσθαι ἤτοι σοφώτερον φαίνεσθαι τοῦδε τοῦ τεχνίτου, οἷον τοῦ ἰατροῦ ἢ τοῦ γεωμέτρου· οὐ γὰρ τοσοῦτον βλάπτει ἡ ἁμαρτία τοῦ ἰατροῦ ἤτοι τὸ δοκεῖν σοφώτερον τοῦ ἰατροῦ καὶ ἀπειθεῖν τῷ τεχνίτῃ, ὅσον ἐκ τῶν τοιούτων ἐθίζεταί τις ἀπειθεῖν τῷ ἄρχοντι. [b 23] καὶ ὅτι τὸ ζητεῖν τινα φαίνεσθαι σοφώτερον τοῦ νόμου καὶ τοῦ νομοθέτου τοῦ τό ἐστι τὸ ἀπειθεῖν πρὸς τὸν ἄρχοντα ἢ τὸν δικαστήν, ὃ καὶ οἱ νόμοι ἀπαγορεύουσι. [b 27] πρόσ φατοι μάρτυρές εἰσιν οἱ νεώτεροι. καὶ οἱ μὲν τῶν μαρτύρων συμμετέ χουσι τοῦ κινδύνου, οἷον εἰ οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ἤδικήθησαν τὴν αὐτὴν ἀδικίαν παρὰ τοῦ αὐτοῦ καὶ ἑνός, εἶτα ἐνάγουσιν οἱ Λακεδαι μόνιοι κατὰ τοῦ ἀδικήσαντος καὶ μάρτυρας τούτου παρεισάγουσι τοὺς Ἀθη ναίους, ἀναγκαῖον αὐτοὺς ἀληθῆ μαρτυρῆσαι· εἰ γὰρ ψευδομαρτυρήσουσιν, οὐ μόνον τοὺς Λακεδαιμονίους βλάψουσιν ἀλλὰ καὶ ἑαυτούς. [b 29] οἷον οἱ Ἀθηναῖοι μέλλοντες δεῖξαι, ὅτι ἡ Σαλαμὶν ὑποτελὴς ἦν αὐτοῖς, ἐχρή σαντο τῷ Ὁμήρῳ μάρτυρι· ἐν γὰρ τῇ Βοιωτίᾳ τοῦτο Ὅμηρος ἐδή λωσε. [b 31] καὶ οἱ Τενέδιοι μέλλοντες δεῖξαι, ὅτι τὸ Σίγειον ἦν ὑπ’ αὐτούς, ἐχρήσαντο τῷ Περιάνδρῳ μάρτυρι. καὶ ὁ Κλεοφῶν κινῶν κατὰ τοῦ Κριτίου· καὶ μέλλων δεῖξαι, ὅτι πάλαι ἀσελγὴς ἦν ἡ τοῦ Κριτίου οἰκία, ἐχρήσατο τοῖς ἐλεγείοις τοῦ Σόλωνος· εἰ γὰρ μὴ ἀσελγὴς ἦν, οὐκ ἂν ὁ Σόλων ἐποίησεν ἤτοι ποιητικῶς εἶπε τὸ [b 34] εἰπεῖν τῷ Κριτίᾳ τῷ πυρότριχι πατρὸς ἀκούειν· ᾗ μὲν γὰρ εἶπεν αὐτὸν πυρότριχα, ὡς γυναικώδη τοῦτον ἀπέσκωψεν, ᾗ δὲ εἶπεν αὐτὸν πατρὸς ἀκούειν, ὡς πατραλοίαν καὶ τοῦ πατρὸς παρακούειν ἐδήλωσεν. ὅτι τὸ ξύλινον τεῖχος λέγει, ναυμαχητέον. [1376a 2] καὶ αἱ παροιμίαι μάρτυρές εἰσιν, οἷον εἴ τις συμβουλεύει τὸ μὴ δεῖν ποιεῖσθαι φίλον γέροντα, διότι καὶ ἡ παροιμία φησὶ μήτ’ εὖ ποιεῖν ἕρδειν φίλον γέροντα. [a 5] καὶ εἴ τις συμβουλεύει τὸ ἀναιρετέον τοὺς υἱεῖς, ὧν καὶ τοὺς πατέρας ἀπεκτείναμεν, μή ποτε οἱ υἱοὶ ζῶντες τιμωρήσωσι τοὺς φονεῖς τῶν πατέρων. [a 8] χρήσιμοι γὰρ καὶ αἱ τούτω κρίσεις ἤτοι μαρτυρίαι· ὁ Χάρης ψευδομάρτυς ἦν· καθ’ οὗ ἔχων ὁ Εὔβουλος εἶπεν, ὃ καὶ ὁ Πλάτων εἶπεν, ὅτι νῦν ἐπιδέδωκε τῇ πόλει τὸ ὁμο λογεῖν ἕκαστον ἑαυτόν, ὅτι πονηρός ἐστι. [a 12] καὶ εἰ ὁ ἐπαγόμένος μάρτυς συμμετέχει τοῦ κινδύνου, ᾧ περιπεσεῖν κινδυνεύει ὁ κομίζων αὐτόν, εἴ γε ἀποδεχθῇ, ὅτι ψευδῆ λέγει, ὃς καὶ τοὺς μάρτυρας ἐπάγει, ἀνάγκη ψευδῆ ὀμωμοκέναι τὸν ἐπαγόμενον μάρτυρα. [a 12] οἱ μὲν οὖν τοιοῦτοί εἰσι μάρτυρες τῶν τοιούτων μόνων, † ὅτι ἐγένετο τὸ πρᾶγμα ἢ οὐκ ἐγένετο μαρτυροῦσι, περὶ δὲ τοῦ ποταπόν ἐστι τὸ γενό μενον, εἴτε δίκαιον εἴτε ἄδικον, οὐ μαρτυρῆσαι δύνανται· πάθος γὰρ ἴσως ἔχοντες, καθ’ οὗ τὰς ψευδομαρτυρίας φέρουσιν, οἷον φθόνον ἢ φιλίαν, οὐκ ὀρθῶς ἀποφήνωνται, εἴτε δίκαιόν ἐστιν εἴτε ἄδικον, περὶ οὖ λέγουσιν. εἰ δὲ οἱ προφερόμενοι μάρτυρες πόρρωθεν ἤχθησαν καὶ οὐ γειτνιῶσι, περὶ ὧν καὶ μαρτυρῆσαι ἤχθησαν, καὶ περὶ τούτων ἤτοι τοῦ δικαίου καὶ τοῦ ἀδίκου πιστότατοι φαίνονται, εἴ γε μαρτυροῦσι καὶ περὶ αὐτῶν· οὐ γὰρ εἰκὸς ψευδῆ μαρτυρῆσαι, εἴ γε ἤχθησαν ἀπ’ Ἀθηνῶν εἰς Περσίαν χάριν τοῦ μαρτυρῆσαι καὶ οὐ γειτνιῶσιν αὐτοῖς καὶ διὰ τοῦτο οὐδὲ φιλίαν οὐδὲ φθό νον οὔτ’ ἄλλο τι πάθος ἔχειν ἀπελέγχονται. [a 16] πιστεύονται δὲ καὶ οἱ παλαιοί· οὐ γὰρ οἴδασι τὰ προσφάτως γινόμενα, ἵν’ εἴπωμεν διὰ χάριν τινὸς ψευδομαρτυρῆσαι, οἷον εἴ τις τὸν Ὅμηρον ἄξει μάρτυρα περί τινος νῦν γενομένου. πιστώματα δὲ μαρτυριῶν τάδε. [a 18] εἰ δὲ οὐκ ἔχεις μάρτυρας, ὁ δὲ ἀντίδικός σου ἔχει, δεῖ λέγειν οὕτως, ὅτι οὐ δεῖ μάρτυρας ζητεῖν ἐπὶ τῶν γινομένων, ἀλλ’ ἐξ εἰκότων κρίνειν τὰ πράγματα, καὶ τοῦτό ἐστι τὸ κρίνειν ἐν γνώμῃ τῇ ἀρίστῃ τὸ μὴ τοῦ πράγματος ζητεῖν μάρτυρας, καὶ ὅτι τὰ μὲν εἰκότα οὐ δυνατὸν ἀπατῆσαι δι’ ἀργυρίου, τοὺς δὲ μάρτυρας διαφθείρει τις καὶ δι’ ἀργυρίου, καὶ οὐδέποτε ψευδομαρ τυρήσουσιν, ἀλλ’ ὡς ἔχουσι φύσεως, τοιαῦτα ἀεί εἰσιν. [a 21] εἰ δὲ ἔχεις μάρτυρας, ὁ δὲ ἀντίδικός σου οὐκ ἔχει, ῥητέον, ὅτι τὰ εἰκότα οὐχ ὑπόδικα, ὅτι οὐκ εὐθύνονται, εἴ γε ψευδῆ ἀπελεγχθῶσιν — οὐδὲ γὰρ δυνατὸν εὐθυνθῆναι αὐτά —, οἱ δὲ μάρτυρες, εἰ ψευδομαρτυρήσουσι καὶ ἁλῶσι, τιμωροῦνται, καὶ ὅτι, εἰ ἀεὶ ἐκ τῶν λόγων κρίνονται τὰ πράγματα ἀληθῆ, οὐδέποτε ἂν εἴχομεν χρείαν μαρτύρων. [a 23] αἱ δὲ μαρτυρίαι, ἅς τις προκομίζει, ἢ λόγῳ ἑαυτοῦ προκομίζει ἢ χάριν τοῦ ἀμφισβη τοῦντος ἤτοι τοῦ ἀντιδίκου καὶ αἱ μὲν μαρτυροῦσι περὶ τοῦ πράγ ματος, ὅτι ἐγένετο ἢ οὐκ ἐγένετο, αἱ δὲ περὶ τοῦ ἤθους ἢ τοῦ οἰκείου ἢ τοῦ ἀντιδίκου, ὅτι οὐ πονηρός ἐστιν, οὐ φαῦλος, οὐκ ἄδικος. [a 26] εἰ μὴ γὰρ εὐπορεῖς μαρτυρίας κατὰ τοῦ πράγματος, ἀλλ’ οὖν εὐπορή σεις μαρτυρίας ἢ ὁμολογουμένης καὶ συμβαλλομένης αὐτῷ ἤτοι σοὶ ἢ τῷ ἀμφισβητοῦντι ἤτοι τῷ ἀντιδίκῳ ἐναντίας ἤτοι κατὰ τοῦ ἀντιδίκου, ἀλλ’ εὐπορήσεις μαρτυρίας περὶ τοῦ ἤθους ἢ αὐτοῦ ἤτοι τοῦ οἰκείου εἰς ἐπιείκειαν δεικνύων, ὅτι ἐπιεικής ἐστιν, ἢ κατὰ τοῦ ἤθους τοῦ ἀμφισβητοῦντος ἤτοι τοῦ ἀντιδίκου δεικνύων, ὅτι φαῦλός ἐστι. [a 29] τὰ δὲ ἄλλα περὶ μάρτυρος δεικνύων, ὅτι φίλος ἐστὶ τοῦ ἀντιδίκου σου ἢ ἐχθρός σου καὶ διὰ τοῦτο κατὰ σοῦ ψευδομαρτυρήσει, εἴ γε παρὰ τοῦ ἀντιδίκου κομίζεται. εἰ δὲ παρὰ σοῦ εἰσάγεται, δείξεις μεταξὺ ἤτοι οὔτε φίλος μού ἐστιν οὔτε ἐχθρὸς τοῦ ἀντιδίκου· ἢ ὅτι εὐδοκιμεῖ ἤτοι ὅτι ἔνδοξός ἐστι καὶ διὰ τοῦτο τὰ ἀληθῆ μαρτυρήσει. εἰ δὲ παρὰ τοῦ ἀντιδίκου κομίζεται μάρτυς, διαβαλεῖς αὐτὸν λέγων ἄδοξον εἶναι καὶ πένητα καὶ ἀνυπόληπτον, καὶ διὰ τοῦτο καὶ εἰς φίλον ψευδομαρτυρήσει. [a 32] ἐκ τῶν αὐτῶν τόπων ὁρμητέον εἰς διαβολὴν τῶν μαρτύρων καὶ εἰς σύστασιν, ἐξ ὧν καὶ τὰ ἐνθυμήματα λαμβάνομεν. [a 33] περὶ δὲ συνθηκῶν ἤτοι συμφωνιῶν, αἵ εἰσι μερικοὶ νόμοι, τοσοῦτον χρηστέον τῷ λόγῳ, ὅσον αὔξειν αὐτὰς καὶ δεικνύειν μέγα τι χρῆμα εἶναι ταύτας ἢ καθαιρεῖν καὶ μειοῦν καὶ δεικνύειν μηδὲν εἶναι τὰς συνθήκας καὶ ὡς οὐ δεῖ συνθήκας ποιεῖν ὡς ἀπίστους. ἂν μὲν αὐτῷ ὑπάρχωσιν ἤτοι ἂν ὠφελῶσί σε αἱ συνθῆκαι, δείκνυε ταύτας πιστάς, εἰ δὲ ὠφελοῦσι τὸν ἀντίδικόν σου, δείκνυε ταύτας ὡς ἀπίστους. [b 2] τὸ μὲν οὖν δεικνύειν πιστὰς ἢ ἀπίστους τὰς συνθήκας, ἤτοι ἀφ’ ὧν τόπων ὁρμώμεθα εἰς τὸ δεῖξαι τοὺς μάρτυρας πιστοὺς καὶ ἀληθεῖς ἢ ἀπίστους καὶ ψευδεῖς, ἀπὸ τῶν αὐτῶν τόπων ὁρμητέον εἰς τὸ δεικνύειν καὶ τὰς συνθήκας πιστὰς ἢ ἀπίστους. [b 4] ὁποῖοι γάρ εἰσιν οἱ ἐπιγεγραμμένοι ἤτοι οἱ τὰς συνθήκας γράψαντες ἢ φυλάττοντες, τούτων ἀληθῶν ὄντων καὶ αἱ συνθῆκαί εἰσι πισταί. εἰ μὲν ὁμολογουμένη καὶ ἀληθής ἐστιν ἡ συνθήκη καὶ ἡ συμφωνία, εἰ μὲν οἰκεία ἐστὶ καὶ συμβαλλομένη σοι αὕτη, αὐξητέον ταύτην, ὡς ὅτι ἡ συνθήκη νόμος ἐστὶ καὶ διὰ τοῦτο οὐ δεῖ παρορᾶν αὐτήν. [b 7] καὶ κατὰ μέρος ἤτοι καὶ μερικὸς νόμος ἐστί. [b 9] καὶ ὁ νόμος ὅλος καὶ ἅπας συνθήκη τίς ἐστιν ἤτοι ἐκ συνδρο μῆς πολλῶν σοφῶν συντεθείς· ὥστε ὁ ἀναιρῶν τὴν συνθήκην καὶ τὴν συμφωνίαν τοὺς νόμους ἀναιρεῖ. [b 12] εἰσὶ καὶ συναλλάγματα ἀκούσια, οἷον εἰ κρατηθεὶς παρά τινος ἀκουσίως συμφωνήσω δοῦναι αὐτῷ ἡμιόνων κάλλιστον λαβὼν νομίσματα τρία. ὥστε ἂν ἀναιρεθῶσιν αἱ συνθῆκαι, ἀνῄρηνται τὰ συναλλάγματα, τῶν δὲ συναλλαγμάτων ἀναιρεθέντων οὐδὲ οἱ ἄνθρωποι ἀλλήλων χρῄζουσι. [b 14] καὶ τὰ ἄλλα, ὅσα ἁρμόττει εἰς σύστασιν τῶν συνθηκῶν, ἐπιπολῆς καὶ εὔκολον ἔστιν ἰδεῖν. ἐὰν δὲ ἡ συνθήκη ἐναντία ἐστὶ καὶ μὴ συμβαλλομένη σοι, ἀλλὰ τῷ ἀντιδίκῳ συμβάλλεται, δι’ ὧν ἄν τις χωρήσῃ πρὸς ἀνατροπὴν τοῦ νόμου, ταῦτα λαβὼν ἀναιρήσεις καὶ τὰς συνθήκας νόμοι γὰρ καὶ αἱ συνθῆκαι. δεῖ δέ σε λέγειν οὕτως· [b 17] ἄτοπόν ἐστιν, εἰ μὴ τοῖς ὀρθῶς κειμένοις νόμοις οὐ πειθόμεθα, ἀναγκαῖον δὲ ἡγούμεθα πείθεσθαι ταῖς συνθήκαις. [b 19] τοῦ γὰρ δικαίου ὁ δικαστής ἐστι βραβευτής, καὶ διὰ τοῦτο οὔκουν τοῦτο σκεπτέον ἤτοι τὸ προσέχειν ταῖς συνθήκαις, ἀλλ’ ὡς δικαιότερον ἤτοι ἀποβλεπτέον πρὸς τὸ δίκαιον καὶ ὃ διατάσσεται ὁ δικαστής. [b 21] τὸ γὰρ δίκαιον οὐκ ἔστι μεταστρέψαι οὔτε ἀπάτῃ οὔτε ἀνάγκῃ καὶ βίᾳ· πεφυκὸς γάρ ἐστιν ἤτοι κατὰ φύσιν γὰρ ἔχον ἐστί. συνθῆκαι δὲ γίνονται καὶ κατὰ τὴν ἀπάτην καὶ ἀναγκασθέντων ἤτοι κατὰ βίαν. [b 23] πρὸς δὲ τούτοις ἀνατρέπεται ἡ συνθήκη, καὶ εἰ ἐναντιοῦταί τινι ἤτοι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν ἤτοι τῶν φυσικῶν ἢ τοῖς δικαίοις. ἔπειτα ἀνατρέπεται ἡ συνθήκη, καὶ εἰ ἐναντιοῦται ὑστέραις συνθήκαις γενομέναις ἐπὶ τοῦ αὐτοῦ πράγματος, ἐφ’ οὗ καὶ ἐκεῖνος, ἢ προτέραις· ἢ γὰρ λέγε, ὅτι αἱ ὕστεραί εἰσιν ἄκυροι, αἱ δὲ πρότεραι ὀρθαί, ἢ τοὐναντίον· [b 28] καὶ ἁπλῶς, ὁποτέρως ἂν ἢ χρήσιμον ἤτοι καὶ ἁπλῶς, ὁποτέρως σοι χρησιμεύει, εἴτε αἱ πρότεραι εἴτε αἱ ὕστεραι, ἐκείνας μὲν ποίει ὀρθάς, τὰς δ’ ἑτέρας ἀκύρους. [b 29] ἔτι δὲ καὶ τὸ συμφέρον ὅρα ἢ τὸ σὸν ἢ τὸ τοῦ ἀντιδίκου, εἰ ἐναντιοῦται τοῖς κριταῖς. καὶ γὰρ ταῦτα εὐθεώρητά εἰσιν ὁμοίως τῷ περὶ μαρτύρων λόγῳ. [b 31] δοκοῦσι δὲ αἱ βάσανοι ἔχειν τὸ πιστόν, ὅτι ἀνάγκη πρόσεστιν ἤτοι διότι ἀναγκάζονται ὑπὸ τῶν βασάνων ὁμολογεῖν τὸ ἀληθές. οὔκουν χαλεπόν ἐστιν εἰπεῖν τοὺς τόπους, ἐξ ὧν ἄν τις ἐπιχειρήσῃ αὔξειν καὶ δεικνύειν, ὅτι αἱ βάσανοι ἀληθεῖς εἰσιν, εἴ γε τέως οἰκεῖαί εἰσι καὶ χρήσιμοι αὐτῷ. [1377a 1] εἰ δ’ ὑπεναντίοι εἰσὶν αὐτῷ αἱ μαρτυρίαι αἱ διὰ τῶν βασάνων, συμβάλλονται δὲ τῷ ἀμφισβητοῦντι ἤτοι τῷ ἀντιδίκῳ, λύσῃ ἂν τὰ ἀληθῆ οὕτως λέγων καὶ καταδρομὴν ποιούμενος τοῦ γένους τῶν βασάνων, ὅτι οἱ βασανιζόμενοι λέγουσι τὰ ψευδῆ παρ᾽ ὃ τὰ ἀληθῆ, ἵν᾽ οἱ κολάζοντες παύσωνται τοῦ μὴ βασανίζειν αὐτοὺς ὡς ἀκούσαντες, ὃ ἐζήτουν μαθεῖν· [a 6] δεῖ δὲ ἐπαναφέρειν καὶ τὰ τοιαῦτα πολλὰ παραδείγματα, ἃ καὶ οἱ κριταὶ γινώσκουσιν, ὡς ὁ δεῖνα βασανιζό μενος ψευδῆ εἴρηκε καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, καὶ ὅτι πολλοὶ παχύδερμοι ὄντες καὶ τὴν ψυχὴν ἀνδρεῖοι καὶ λιθόδερμοι ἐγκαρτεροῦσι ταῖς βασά νοις καὶ οὐδὲν λέγουσιν, ἕτεροι δὲ τρυφεροὶ ὄντες καὶ δειλοὶ πρὸ τῶν βασάνων κατηγορήσουσιν ἤτοι κατηγορήσουσιν ἑαυτῶν ψευδῆ λέγοντες. [a 8] ἢ γὰρ δίδωσι καὶ ἐπάγει ὅρκον τῷ ἀντιδίκῳ καὶ λαμβάνει καὶ ὀμνύει οὗτος τὸν τέλειον ἢ οὐδέτερον ἤτοι οὔτε δίδωσι τὸν ὅρκον οὔτε λαμβάνει, ἢ τὸ μὲν τὸ δ’ οὔ, ἤτοι ἢ δίδωσι μὲν οὐ λαμβάνει δέ, ἢ τοὐναντίον. ἔτι οὐ δεκτέον τὸν ὅρκον, εἰ ὀμώμοται πολλάκις ὑπ’ ἐκείνου τοῦ ἀντιδικοῦντος· εἰ δὲ συντελεῖ σοι ὁ ὅρκος καὶ ὀμώμοσται παρὰ σοῦ πολλάκις, ῥητέον ὅτι καὶ ἀληθής ἐστιν, ἐπεὶ καὶ πολλάκις ὀμοσθεὶς παρ’ ἐμοῦ ἐδέχθη τοῖς δικασταῖς. [a 11] οὐ δίδωσι μὲν οὖν καὶ ἐπάγει τὸν ὅρκον τῷ ἀντιδίκῳ, διότι ῥᾳδίως ἐπιορκοῦσιν οἱ ἄνθρωποι, καὶ ὅτι, εἰ μὲν ὀμόσει ὁ ἀντίδικος, οὐκ ἀποδώσει τὸ ζητούμενον χρέος, εἰ δὲ μὴ ὀμόσει, ἴσως ἂν καταδικασθῇ, καὶ διὰ τοῦτο οὐ δεῖ καταναγκάζειν αὐτὸν ὀμνύειν, καὶ ὅτι ὁ κίνδυνος ὁ παρὰ τῶν δικαστῶν ἐπαχθησόμενος τῷ ἀντιδίκῳ σου, εἰ καὶ καταδικασθεὶς οὐκ ἀποδώσει, κρείττων ἐστὶ τοῦ ἐπαχθη σομένου αὐτῷ ἀπὸ τοῦ ὅρκου. [a 14] τοῖς μὲν γὰρ πιστεύειν ἤτοι τοῖς δικασταῖς ὡς τιμωρήσουσι τὸν ἀντίδικον, τοῖς δὲ ἤτοι τοῖς ὅρκοις οὐ πιστεύειν· ἄδηλον γάρ, εἰ παρὰ τῶν ὅρκων τιμωρηθήσεται. οὐ λαμβάνω δὲ ὅρκον καὶ ζητῶ ὀμόσαι τὸν ἀντίδικον, διότι ὁ ὅρκος ἀποτελεσθῇ τῷ ἀν τιδίκῳ ἀντὶ τῶν χρημάτων ἤτοι ἵνα τὰ χρήματα κερδήσῃ, ἃ δανειακῶς αὐτῷ δέδωκα. [a 16] καὶ ὅτι ῥᾳδίως ὀμόσει τις, εἰ φαῦλος ἦν· κρεῖττον γὰρ ἡγεῖται φαῦλον εἶναι ἕνεκα τοῦ κερδῆσαι παρ’ ὃ μηδενὸς ἤτοι μηδεμιᾶς προκειμένης νομίμης ὠφελείας νομίζεσθαι φαῦλον καὶ διὰ τοῦτο ὀμόσας οὐ πτοεῖται τὸ φαῦλος ἀκοῦσαι· κερδαίνει γὰρ ἐντεῦθεν. [a 1] ὥστε οὐ δι’ ἀρετὴν ἂν εἴη ὀμόσας καὶ ὡς εὐσεβής, ἀλλ’ οὐκ ἐκφεύ ξεται τὸ μὴ ἤτοι τὸ μὴ ὀμόσαι διὰ τὴν ἐπιορκίαν. ἢ καὶ οὕτω κάλλιόν ἐστι νοηθῆναι, ὅτι οὐκ ἂν εἴη ὀμόσας δ’ ἀρετήν δι’ ἀρετὴν γὰρ εὐλαβεῖται τὸ μὴ ὀμόσαι, ἀλλ’ οὐ διὰ τὴν ἐπιορκίαν ἤτοι ἀλλ’οὐχὶ φοβούμενος, μὴ ὀμόσω ψευδῆ καὶ ὅτι ὁ ἀντίδικός μου ἀσεβής ἐστιν, ὑφ’ οὖ ὀμόσαι καταναγκάζομαι· καὶ διὰ τοῦτο ῥᾴδιόν ἐστιν αὐτῷ τὸ ὀμόσαι. τὸ γοῦν τὸν ἀσεβῆ προκαλεῖν τὸν εὐσεβῆ εἰς τὸ ὀμόσαι ὅμοιόν ἐστι καὶ εἴ τις ἰσχυρὸς προκαλεῖται τὸν ἀσθενῆ εἰς πάλην ἢ εἰς πληγήν. [a 21] εἰ δὲ λαμβάνει ὅρκον ἤτοι εἰ δὲ μέλλει αὐτὸς ὀμόσαι, λεγέτω, ὅτι ἐγὼ μὲν ὀμόσω, διότι πιστεύω ἐμαυτῷ, ἐκείνῳ δὲ οὐ πιστεύω τῷ ἀντιδίκῳ καὶ διὰ τοῦτο οὐ ζητῶ ὀμόσαι αὐτόν. [a 24] δεινὸν γάρ ἐστι τὸ μὴ ἐθέλειν ὀμνύειν ἐμέ, ὑπὲρ ὧν ἀναγκάζω τοὺς δικαστὰς ὀμόσαι καὶ οὕτω δικάζειν· πρῶτον γὰρ οἱ δικασταί, ὡς εἴπομεν, ὤμνυον, εἶτα ἐδίκαζον. [a 26] καὶ ὅτι εὐσεβές ἐστι τὸ θέλειν ἐπιτρέπειν τοῖς θεοῖς τὴν κρίσιν καὶ τὸ ἀληθὲς παρ’ ὃ τοῖς μάρτυσι καὶ τοῖς δικασταῖς. καὶ ὅτι οὐ δεῖ ἐμὲ κρι τῶν δέεσθαι ἄλλων ἑαυτῷ γὰρ τὴν κρίσιν δίδωμι ἐν τῷ ὀμνύειν. [a 28] καὶ ὅτι ἄτοπον μὴ ὀμνύειν, περὶ ὧν ἄλλους ἤτοι τοὺς δικαστὰς ἀξιῶ ὀμόσαι. [a 29] ἐπεὶ δὲ δῆλόν ἐστι, πῶς λεκτέον καθ’ ἕκαστον, ἤτοι ἁπλοῦν, οἷον τὸ διδόναι ὅρκον· [b 3] εἰ γεγενημένος ἐστὶν ὑπὸ σοῦ ἤτοι ὤμοσας αὐτὸν καὶ ἄλλοτε καὶ ἐναντίος ἐστὶν ᾧ μέλλεις ὀμόσαι ὅρκῳ (οὐ γὰρ ὡσαύτως καὶ τότε τοῦτον ὀμώμοκας), ῥητέον, ὅτι οὐκ ἔστιν ἐπιορκία· [b 4] τὸ γὰρ ἐπιορκεῖν ἐστι τὸ ἑκουσίως ἀδικεῖν ἐγὼ δὲ βίᾳ καὶ ἀκουσίως ἀπατηθεὶς αὐτὸν ὤμοσα· ἁλοὺς γὰρ παρὰ πολεμίων ἢ δικαστῶν ἠναγκάσθην ὀμόσαι αὐτόν· ἄλλως τε καὶ ἐπιορκεῖν ἐστιν οὐχὶ τὸ προφορικῷ λόγῳ λέγειν τι καὶ ὀμνύειν, ἀλλὰ καὶ τό, ὃ λέγω ἐν τῷ ὅρκῳ, δοξάζειν ἐν τῇ διανοίᾳ, ὅτι ἀληθῶς τοῦτο λέγω εἰ γὰρ λέγω μὲν στόματι, ἄλλα δὲ δοξάζω ἐν τῇ δινοίᾳ μου, οὐκ ἐπιορκία τοῦτό ἐστιν. εἰ δὲ ὁ ὅρκος ὠμόθη πολλάκις παρὰ τοῦ ἀντιδίκου σου καὶ ἐναντίως, ῥητέον, ὅτι πάλαι ἄλλως σοι ὠμόθη ὁ ὅρκος οὖτος [b 8] καὶ ἐπεὶ οὐκ ἐμμένεις οἶς ὤμοσας, λοιπὸν ἀναιρεῖς τὰ πάντα. ἐπεὶ καὶ οἱ δικασταὶ πρότερον ὀμόσαντες οὕτω χρῶνται τοῖς νόμοις καὶ δικάζουσιν, ἄτοπον, εἰ οἱ δικασταὶ ὀμόσαντες δικάσαι ὀρθῶς τῷ ὅρκῳ ἐμμένου σιν, ἡμεῖς δὲ οὐκ ἐμμενοῦμεν οἷς ὠμόσαμεν.

---

Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4026.tlg001.local001/.
