Ancient Greek · ~19 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.1.1
Not analysed yet
Καὶ ποῖαι δόξαι ἤτοι ὑπολήψεις, ἤτοι καὶ ποίαν ὑπόληψιν ἔχοντες περὶ τοῦ λέγοντος οἱ δικασταὶ ἢ πρὸς οἶκτον κινοῦνται ἢ πρὸς ὀργὴν ἢ πρὸς φόβον καὶ πιστεύουσι καὶ τῷ λέγοντι κατ’ αὐτοῦ. [1377b 18] προτάσεις δὲ λέγει τὰ ἐνθυμήματα. τὰ γὰρ ἐνθυμήματα ὥρμηνται ἐκ τούτων ἤτοι τοῦ δικαίου, τοῦ καλοῦ, τοῦ συμφέροντος, καὶ περὶ τὰ αὐτὰ στρέφονται, ἤτοι δίκαιον, καλόν, συμφέρον. [b 20] περὶ ἕκαστον γένος ἤτοι εἶδος τῶν λόγων, τοῦ τε δικανικοῦ φημι καὶ συμβουλευτικοῦ καὶ πανηγυρικοῦ, πλὴν ἰδίᾳ καὶ ἰδίᾳ μέλλω θεωρεῖν τὸ καλὸν καὶ τὸ δίκαιον καὶ τὸ συμφέρον τὸ ἐν τῷ συμβουλευτικῷ καὶ ἰδίᾳ τὸ καλὸν καὶ τὸ δίκαιον τὸ ἐν τῷ δικανικῷ καὶ ἰδίᾳ τὸ ἐν τῷ πανηγυρικῷ· καὶ γὰρ οἱ ἀκροαταὶ κρίνουσι καὶ τὰς συμβουλὰς ἐπὶ τοῦ συμβου λευτικοῦ· ἀλλὰ καὶ ἡ δίκη ἤτοι τὸ δικανικὸν ἐν κρίσει ἐστί. [b 22] δεῖ μὴ μόνον θαρρεῖν εἰς τὸ πείθειν, εἰ ὁ λόγος ἤτοι ὁ δικανικὸς ἢ ὁ συμβουλευτικὸς ἢ ὁ πανηγυρικὸς ἀποδεικτικός ἐστι καὶ ἰσχυρός, ἀλλὰ κατασκευάζειν καὶ δεικνύειν καὶ ἑαυτὸν ποιόν τινα ἤτοι ἀγα θὸν καὶ φιλαλήθη καὶ εὔνουν τῇ πόλει καὶ τὸν κριτὴν ποιὸν ἤτοι εἰς ὀργὴν κινῆσαι κατὰ τοῦ ἀντιδίκου ἢ οἶκτόν σου λαβεῖν· εἰ γὰρ λόγος ἐστὶν ἰσχυρός, πονηρὸς δὲ δοκεῖ τοῖς ἀκροαταῖς, οὔπω ἰσχύσεις πεῖσαι τὸν κριτὴν πιστεῦσαί σοι ἢ τοὺς ἀκροατὰς ὡς ἐχθρῷ ἢ τῇ πόλει ἢ τῷ ἀντιδίκῳ. [b 25] πολὺ γὰρ διαφέρει καὶ συμβάλλεται εἰς πίστιν τὸ δεικνύειν ἑαυτὸν ποιόν τινα ἢ τὸν κριτήν, κυρίως μὲν καὶ πρώτως ἐν ταῖς συμ βουλαῖς, εἶτα καὶ ἐν ταῖς δίκαις ἤτοι τῷ δικανικῷ τό τε φαίνε σθαι τὸν λέγοντα ποιόν τινα ἤτοι εὔνουν ἢ ἀγαθὸν ἢ πονηρὸν καὶ τὸ τοὺς κριτὰς ὑπολαμβάνειν ἔχειν αὐτὸν τὸν λέγοντά πως ἤτοι διακεῖσθαι ἢ ἐχθρωδῶς ἢ φιλίως καὶ ἀγαθῶς πρὸς αὐτοὺς τοὺς κριτάς. [b 28] πρὸς δὲ συμβάλλεται εἰς πίστιν, καὶ ἐὰν αὐτοὶ οἱ ἀκροαταὶ τυγχάνωσι διακείμενοί πως πρὸς αὐτόν· ἢ γὰρ οἰκτείρουσιν αὐτὸν ἢ ὀργίζονται κατ’ αὐτοῦ καὶ διὰ τοῦτο οὐκ ἄν ποτε αὐτῷ πιστεύσωσι. [b 30] τὸ δὲ διακεῖσθαί πως τὸν ἀκροατὴν ἤτοι ἢ ὀργίλον κατὰ τοῦ λέγον τος ἢ περίφοβον ἢ φιλίως συμβάλλεται εἰς τὸ δικανικόν. [1378a 1] ἀλλ’ ἢ τὸ παράπαν ἕτερα, οἷον εἰ ὁ κριτὴς ἐχθρός ἐστι τοῦ λέγοντος, κἂν δικαίως τι λέγῃ, ἄδικον τοῦτο φαίνεται τῷ κριτῇ, ἢ κατὰ μέγεθος, ἤγουν ἢ εἰ μέγα δίκαιόν ἐστι, νομισθήσεται τοῦτο μικρόν· ὥσπερ πάλιν, εἰ ἀγα θὸς δοκεῖ τῷ κριτῇ καὶ φιλεῖται αὐτῷ, κἂν ἄδικόν τι λέγῃ ὁ δικαζόμενος, ἕτερον τοῦτο νομίζεται τῷ δικάζοντι ἤτοι δίκαιον ἢ κατὰ μέγεθος ἕτερον, ἤτοι ἢ κἂν μικρὸν ἦ ὃ λέγει δίκαιον, μέγα τοῦτο νομίζεται τῷ φιλοῦντι δικαστῇ. [a 1] τῷ γὰρ φιλοῦντι τὸν ἄνθρωπον, περὶ οὗ ποιεῖται τὴν κρίσιν ἤτοι περὶ οὗ κρίνει, ἢ οὐκ ἀδικεῖν δόξει ὅλως αὐτὸν ἢ μικρὰ ἀδικήσει, εἰ δὲ μισεῖ ὁ κριτὴς τὸν λέγοντα, μεγάλως ἀδικήσει. [a 3] καὶ τῷ μὲν ἐπιθυμοῦντι κτήσασθαί τι καὶ ἐλπίζοντι τοῦτο λα βεῖν, εἰ καὶ τοῦτο, ὃ ἐλπίζει λαβεῖν, ἡδὺ δοκεῖ αὐτῷ, φαίνεται τοῦτο τῷ ἐπιθυμοῦντι αὐτῷ καὶ ἔσεσθαι ἤτοι προσγενέσθαι καὶ κτηθῆναι αὐτῷ καὶ ἀγαθὸν ἔσεσθαι· τῷ δὲ ἀπειθεῖ ἤτοι τῷ μισοῦντί τι τοὐναντίον, ἤτοι οὐδὲ ἐλπίζει τοῦτο κτηθῆναι αὐτῷ ποτε. [a 8] τὸ ἔξω τῶν ἀποδείξεων ἀντὶ τοῦ χωρὶς τῶν ἀποδείξεων. [a 9] ἢ διὰ ταῦτα πάντα διαψεύδονται ἢ διὰ τούτων τι, ἤτοι εἰ μὴ πάντα ταῦτα ἔχει, ἤτοι καὶ ἀρετὴν καὶ φρόνησιν καὶ εὔνοιαν, ἀλλ’ ἐν ἀπ’ αὐτῶν λείψει, οὐ τὰ ἀληθῆ ὁ ῥήτωρ οὗτος ἐρεῖ· κἂν γὰρ ἐνάρετος ᾖ καὶ εὔνους, οὐ φρόνιμος δέ, δι’ ἀφροσύνην οὐκ ὀρθῶς ἐρεῖ· ἢ δοξάζουσι μὲν καὶ νοοῦσιν ὡς φρόνιμοι τὸ ἀληθές, διὰ δὲ μοχθηρίαν καὶ πονηρίαν οὐ δοκοῦσι λέγειν τὰ ἀληθῆ ὑποπτεύονται γὰρ τοῖς ἀκροαταῖς ὡς πονηροὶ καὶ φυλάττονται. [a 12] ἢ φρόνιμοι μέν εἰσι καὶ ἐπιεικεῖς ἤτοι ἀγαθοί, ἀλλ’ οὐκ εὐνόητοι τῇ πόλει, καὶ διὰ τοῦτο ἐνδέχεται καὶ εἰκός ἐστιν αὐτούς, κἂν γινώσκωσι τὸ ἀληθές, μὴ συμβου λεῦσαι αὐτό. [a 17] ἐκ τῶν περὶ τὰς ἀρετὰς διῃρμένων ἢ ἐν ταῦθα ἢ ἐν τοῖς Ἠθικοῖς. [a 18] ἐκ τῶν αὐτῶν γὰρ τόπων ὁρμώ μενός τις καὶ ἑαυτὸν δείξει ἀγαθὸν καὶ ἕτερον. [a 20] τὰ δὲ πάθη, καθ’ ἃ μεταβάλλοντες καὶ ἀλλοιούμενοι οἱ ἀκροαταὶ καὶ οἱ κριταὶ πρὸς τὰς κρίσεις διαφέρουσιν ἤτοι οὐκ ὀρθῶς ἀποφαίνονται, ταῦτά εἰσιν, οἷς ἕπεται λύπη καὶ ἡδονή. [a 25] καὶ ἐπὶ ποίοις πράγμασιν ὀργί ζονται· εἰ γὰρ τὸ μὲν ἓν ἀπὸ τούτων τῶν τριῶν ἔχοιμεν ἢ τὰ δύο, τὸ δὲ ἕτερον οὐκ ἔχοιμεν, οὐκ ἂν ὀργισθῶμεν· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἤτοι καὶ ἐλέους καὶ φόβου τρία εἰσί, καθ’ ἅ τις παρακινεῖται πρὸς φόβον ἢ ἔλεον. [a 28] ὥσπερ οὖν διεγράψαμεν καὶ διετυπώσαμεν τὰς προ τάσεις ἐπὶ τῶν εἰρημένων, οὕτω καὶ ἐπὶ τούτων τῶν παθῶν ποιήσωμεν καὶ διέλωμεν ταῦτα, ἐν τίσι καὶ ποίοις θεωροῦνται.