Ancient Greek · ~59 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.24.1
Not analysed yet
Ὥσπερ ἐν τοῖς διαλεκτικοῖς ἤτοι τοῖς σοφίσμασι· λέγεται γὰρ καὶ ἡ σοφιστικὴ διαλεκτική τις. [1401a 2] τὸ μὴ συλλογισάμενον ἐπαγαγεῖν τὸ συμπέρασμα καὶ εἰπεῖν οὐκ ἄρα λοιπὸν τὸ καὶ τό. καὶ ὁ μὲν διδάσκαλος οὕτως τὸ παρὸν ῥητὸν ἡρμήνευσεν, ὅτι [a 1] παρὰ τὴν λέξιν τὸ τοιοῦτον ἐκάλεσεν ὡς ταὐτὸν ὂν [a 7] παρὰ τὸ σχῆμα τῆς λέξεως· καὶ γὰρ ὁ λαβὼν προτάσεις ἀπροσδιορίστους, ὅτι ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία, φαίνεται μέν, ὅτι συνελοκαῖς· γίσατο, ὅσον ἀπὸ τοῦ σχήματος τῶν λέξεων, ἤτοι καθ’ ὃ ὅρους ἔλαβε καὶ συνέπλεξεν αὐτούς, ἀλλ’ οὐ συνελογίσατο, ἀλλὰ συνεπέρανε μόνον ἄνευ τοῦ εἰπεῖν προτάσεις· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερι τοῦτο δὲ γίνεται ἐν τῷ παρὰ μικρὸν ἤτοι διὰ τὸ μηδὲν οἴεσθαι διαφέρειν εἰπεῖν ὁ ἄνθρωπος ζῷόν ἐστι καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστιν. εὗρον δὲ σχόλιον οὕτως αὐτὸ ἑρμηνεῦον, ὅτι λέγεται τοῦτο παρὰ τὴν λέξιν τὸ ἐνθύμημα, διότι ἐλλιπής ἐστιν ὁ συλλογισμός· συμπέρασμα γὰρ εἴπομεν ἄνευ τοῦ προλαβεῖν ἐνθύμημά ἐστι συλλογισμὸς ἀτελὴς ἐλλιποῦς οὔσης μιᾶς προτάσεως. [a 5] φαίνεται ἐνθύμημα καὶ τὸ εἰπεῖν συνεστραμμένως, ἤτοι βραχέως, συντόμως, τὰ ἀντικείμενα ἐν τοῖς ἐνθυ μήμασιν, ἃ οὐδὲ ἀντικείμενα ἂν εἴη κυρίως ἀλλὰ φαινομένως, οἷον εἰ ἀγαθὸν ἡ ἀνδρία, τὸ ἀκολασταίνειν οὐκ ἀγαθόν· φαίνεται γὰρ ἡ ἀκολασία καὶ ἡ ἀνδρία ἐναντία, οὐκ εἰσὶ δέ. ἢ καὶ οὕτως· συνεστραμμένως μὲν ἤτοι συντόμως διὰ τὸ τὴν μίαν πρότασιν τὴν μείζω λείπειν, ἀντικειμήματα μένως δέ, διότι ἡ μείζων ἡ λείπουσα πρότασις ψευδὴς οὖσα ἀντίκειται τῇ ἐλάττονι τῇ μερικῇ ἀληθεῖ οὔσῃ. [a 6] ἡ γὰρ τοιαύτη λέξις, ἤτοι τὸ εἰπεῖν πρότασιν μίαν, τὴν δὲ ἑτέραν ἐᾶσαι, χώρα μέν ἐστιν ἐνθυμήματος ἤτοι ἔοικεν εἶναι ἐνθύμημα, οὐκ ἔστι δέ, καὶ τοῦτο φαινόμενον ἐνθύμημα ἤτοι τὸ συνεστραμμένως λέγειν τὰ ἀντικείμενα παρὰ τὸ σχῆμα τῆς λέξεως, ἤτοι ὅσον ἀπὸ τῆς λέξεως φαίνεται ἐνθύμημα, ἤτοι ἀπὸ τοῦ λαβεῖν τὴν μίαν πρότασιν. [a 8] ἔστι δὲ χρήσιμον εἰς τὰ ἐνθυ τὰ ἐν τῇ λέξει ἤτοι τὰ παρὰ τὸ σχῆμα τῆς λέξεως γινόμενα τὸ λέγειν κεφάλαια ἤτοι προτάσεις ἀπὸ ἄλλων πολλῶν συλλογισμῶν, οἷον ὅτι τοὺς μὲν ἔσωσεν, αὕτη ἡ πρότασις ἀπὸ ἄλλου συλλογισμοῦ, ἄλλοις δὲ ἐτιμώρησε, καὶ αὕτη ἡ πρότασις μία ἦν ἀπὸ ἄλλου συλλογισμοῦ, τοὺς δὲ Ἑλληνας ἐθεράπευσε, καὶ αὕτη ἀπὸ ἄλλου. [a 11] ἑκάστη μὲν τῶν ῥηθεισῶν προτάσεων ἀπεδείχθη ἀπὸ ἄλλων συλλογισμῶν ἤτοι ἄλλων καὶ ἄλλων συλλογισμῶν προτάσεις καὶ συντεθέντες φαίνονται ὅτι ἐποίησαν ἐνθύμημα, οὐκ ἔστι δέ· πῶς γὰρ ποιήσουσι συλλογισμὸν αἱ ἀσυν άρτητοι προτάσεις, εἰ συντεθῶσι καὶ ἅμα ληφθῶσι συλλογιστικῶς; [1400a 29] ἄλλος ἀπὸ τοῦ αἰτίου, ἄν τε ὑπάρχῃ, ὅτι ἔστιν, οἷον εἰ φιλόπατρίς ἐστι, καὶ τὸν ὑπὲρ τῆς πατρίδος ἕληται κίνδυνον, εἰ δὲ οὐκ ἔστι φιλόπατρις, οὐδὲ τὸν κίνδυνον ἕληται. [1401a 12] ἕτερον τὸ παρὰ τὴν ὁμωνυμίαν, οἷον εἴ τις εἴπῃ, ὅτι ὁ μῦς σπουδαῖός ἐστι καὶ ἀγαθόν· ὅτι ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ παρονομασθῆναι ἀπὸ τοῦ μῦς τὴν τελετὴν τὴν τιμιωτέραν πασῶν τῶν τελετῶν μυστήρια· οὐκ ἀπὸ τοῦ μῦς δὲ ἐπω νομάσθη, ἀλλ’ ἀπὸ τοῦ μῶ, τὸ μανθάνω. [a 15] ἢ συμπεριλάβῃ καὶ τὸν Πᾶνα, ἐν τῷ τοῦ κυνὸς ἐγκωμίῳ. ὧ μάκαρ, τὸν Πᾶνα λέγομεν μάκαρα, ὃν κοινά, ἀντὶ τοῦ κοινῶς, καλοῦσιν οἱ Ὀλύμπιοι παντοδαπὸν ἀπὸ τῆς μεγάλης θεοῦ ἤτοι τῆς Ῥέας. παντοδαπὸν δὲ τοῦτον λέγουσι, διότι πάντες συνεδοιάσθησαν τῇ Ῥέᾳ καὶ ἀπεσπέρμηναν, ἐξ οὗ συνέβη ἀπ’ αὐτῆς γεννηθῆναι τὸν Πᾶνα. τινὰ δὲ τῶν βιβλίων ἔχουσι καὶ κύνα, τὸ κῦ ψιλόν· ἔστι δὲ καὶ ὡς παρήχησις κυνα κοινά. [a 18] ἢ ὅτι εἰ τὸ μηδὲν εἶναι κοινὰ ἤτοι εἰ τὸ μὴ ἔχειν κοινωνίαν πρός τινα ἀτιμό τατόν ἐστι (θηριῶδες γὰρ τὸ μὴ συναγελαστικόν), τὸ κοινὰ δηλονότι ἤτοι τὸ συναγελαστικὸν δηλονότι καὶ κοινωνικὸν τίμιόν ἐστι· καὶ τοῦτο τὸ κυνὰ γράφουσι καὶ διὰ τοῦ υ ψιλοῦ. καὶ ὅτι μόνος τῶν ἄλλων θεῶν ὁ Ἑρμῆς κοινωνικός ἐστιν· Ἑρμῆς γὰρ λέγεται ὁ λόγος· κοινωνοῦμεν γὰρ ἀλλήλοις διὰ τοῦ λόγου. καὶ πάλιν ὅτι ὁ λόγος ἐστὶ σπουδαῖον, δῆλόν ἐστιν ἐκ τοῦ μὴ λέγεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ἀξίους χρημάτων ἀλλ’ ἀξίους λόγου· τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς λόγου ἄξιον λέγεται ἀλλ’ ὡς ἀγαθόν. [a 25] ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ τό, εἴτε διῃρημένως λάβῃς τὸ ἑκατὸν ἀνδρῶν πεντήκοντα λίπε δῖος Ἀχιλλεύς εἴτε συνημμένως, καὶ ταῦτα μὴ ὂν ταὐτόν, ὁποτέρως σοι χρησιμεύει τοῦτο, οὕτως ληπτέον· εἰ μὲν κατηγορεῖς τινος, διαίρει τὸ ἑκατόν καὶ λέγε ὅτι ἀδιανόητα λέγεις τὸ καταλειφθῆναι ἀπὸ τῶν πεντήκοντα ἑκατόν, εἰ δὲ ἀπολογῇ, λέγε ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἔφησε καταλειφθῆναι πεντήκοντα. καὶ πάλιν παρὰ τὴν σύνθεσιν τοῦτο [a 27] ἆρ’ οἶδας τὰς ἐν Πειραιεῖ νῆας: οὔ. τοῦτο τὸ πρόβλημα. τί δέ; οἶδας, τί ἐστι τριήρης; ναί. οἶδας δὲ τὸν Πειραιᾶ; ναί. εἶτα συντίθησιν· οἶδας ἄρα τὰς ἐν Πειραιεῖ νῆας. ἡ λύσις· οὐ γάρ, εἰ ἕκαστον οἶδα διῃρημένως, ἀναγκαῖον καὶ ὁμοῦ συντιθέναι καὶ γινώσκειν ταῦτα. [a 28] καὶ πάλιν ἀρ’ οἶδας τόδε τὸ ἔπος τὸ μῆνιν ἄειδε θεά; οὔ. τί δέ; οὐ γινώσκεις τὰ στοιχεῖα, οἷον τὸ μ, τὸ η, τὸ ν, τὸ ι, ἐξ ὧν σύγκειται τόδε τὸ ἔπος; ναί. οἶδας ἄρα τὸ ἔπος τὸ μῆνιν ἄειδε θεά. οὐ γάρ, εἰ τὰ στοιχεῖα (τὰ κδʹ δηλονότι γράμματα) γινώσκω, ἐξ ὧν πᾶς λόγος καὶ πᾶν ἔπος σύγκειται, ἀνάγκη καὶ πάντα τὰ ἔπη καὶ πάντα τὰ βιβλία γινώσκειν· οὐ γὰρ τὸ ἔπος ταὐτόν ἐστι τοῖς στοιχείοις. ὡς σὺ φῄς, κἂν ἐξ αὐτῶν σύγκειται. [a 30] καὶ πάλιν ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, ἤτοι ἐπεὶ νοσώδη εἰσὶ τὰ δύο ἑξάγια ἡ ἐντεριόνη, λοιπὸν οὐδὲ τὸ ἐν ἑξάγιον ἡ ἐντεριόνη ἐστὶν ὑγιεινόν· ἄτοπον γὰρ εἰπεῖν τὸ ἓν εἶναι κακόν, εἰ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἐν εἶναι κακόν, [ἢ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἐν εἶναι κακόν,] καὶ ταῦτα τῶν δύο ὄντων ἀγαθῶν· εἰ γὰρ τὸ βιβλίον μου πωλούμενον, εἰ λάβω δύο νομίσματα, ἀγαθόν ἐστιν, ἐπεὶ καὶ ἄξιόν ἐστι δύο νομισμάτων, εἰ δὲ λάβω ἐν νόμισμα, ἐστὶ κακόν, [a 31] οὕτως μὲν οὖν ἐστιν ἐλεγκτικὸν τὸ λέγειν ὅτι, εἰ τὰ δύο ἐστὶν ἀγαθά, καὶ τὸ ἔν ἐστιν ἀγαθόν· ἄτοπον γάρ ἐστι τὸ λέγειν τὸ ἐν εἶναι κακόν, εἰ τὰ δύο εἰσὶν ἀγαθά· ἀνάγκη γὰρ καὶ τὸ ἓν εἶναι ἀγαθόν. οὕτως δέ ἐστιν ἀπο δεικτικόν, εἴ τις λέγει ὅτι, εἰ τὰ δύο ἀγαθά εἰσι, λοιπὸν τὸ ἐν κακὸν οὐκ ἔστιν. [a 34] ὁ Πολυκράτης ῥήτωρ ὢν ἔπαινον ἐποίησεν εἰς Θρασύ βουλον, ἐν ᾧ ἐδείκνυεν αὐτὸν τριάκοντα ἀποκτεῖναι τυράννους ἐκ τοῦ λέγειν, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἀπέκτεινε τύραννον καὶ κατὰ τὸν δεῖνα ἀπέκτεινεν ἕτερον τύραννον καὶ κατὰ τὸν δεῖνα ἕτερον· εἶτα συντιθεὶς συνεπέρανε καὶ λοιπὸν ἄρα τριάκοντα τυράννους ἀπέκτεινε. τοῦτο δὲ ψεῦδος· οὐ γάρ, ἐὰν ἰδίᾳ τριάκοντα ἀπέκτεινεν. ἤδη ἀληθές ἐστιν εἰπεῖν, ὅτι ὁμοῦ τούτους ἀπέκτεινε. [a 36] καὶ πάλιν ἐκ διαιρέσεως δίκαιόν ἐστιν, εἴ τις γυνὴ ἀπέκτεινε τὸν πόσιν, ἀποκτείνειν αὐτήν ἤγουν τὴν Κλυταιμνήστραν, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱόν, ὡς τὸν Ὀρέστην, τιμωρεῖν καὶ βοηθεῖν τῷ πατρί. ταῦτα δὲ καὶ ἐπράχθησαν· καὶ γὰρ καὶ ἡ Κλυταιμνήστρα τὸν ἄνδρα αὑτῆς ἀπέκτεινε καὶ ὁ Ὀρέστης βοηθῶν τῷ πατρὶ τὴν Κλυται μνήστραν ἀπέκτεινεν. ἰδίᾳ μὲν γὰρ καὶ ἰδίᾳ λεγόμενόν ἐστι δίκαιον· δίκαιον μὲν γάρ ἐστι θνῄσκειν καὶ τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱὸν βοηθεῖν τῷ πατρί· οὐκ ἔστι δὲ δίκαιον συντιθέναι καὶ εἰπεῖν, ὡς δίκαιόν ἐστι κτεῖναι τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα καὶ τὸν υἱὸν αὐτῆς τιμωρεῖν τῷ πατρί· οὐ γὰρ δίκαιόν ἐστι τὴν μητέρα κτείνεσθαι παρὰ τοῦ υἱοῦ. [b 2] εἴη δ’ ἂν καὶ παρὰ τὴν ἔλλειψιν οὐ γὰρ δίκαιον, παρὰ τίνος κεῖται κτείνεσθαι τὴν μητέρα. εὗρον δὲ σχόλιον εἰς τὸ [a 34] κατέλυσε τριάκοντα τυράννους τοιοῦτον· κατέ λυσε τύραννον, καὶ τύραννον καὶ γυναῖκα· συντίθησι γοῦν καὶ ποιεῖ τρία· εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα, εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα καὶ υἱόν. [b 3] ἄλλος δὲ τόπος τὸ ἐν δεινώσει κατα σκευάζειν· τὸ δὲ δεινώσει κατασκευάζειν τοῦτό ἐστιν, ὅταν ὁ κατηγορῶν μὴ δείξας, ὅτι ἐποίησεν ὅδε τὸν φόνον, ἤτοι ὅταν πρὸ τοῦ δεῖξαι, ὅτι ὅδε ἐφόνευσεν, αὐξήσῃ τὸ πρᾶγμα ὡς μέγα, δεινὸν τὸ παρὰ τοῦδε πραχθέν· δοκεῖ γάρ, ὡς οὐκ ἂν ἄλλως πρὸς αὔξησιν ἐχώρησε τοῦ πράγματος, εἰ μὴ ἔδειξεν ὁμολογουμένως τόνδε φονεύσαντα· [b 6] ὅταν γὰρ ὁ τὴν αἰτίαν ἔχων ἤτοι ὁ κατηγορούμενος καὶ ἀπολογούμενος αὔξῃ, ὡς δεινὸν ἢ ἡ συκοφαντία ἢ ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι οὐκ ἐποίησε φόνον. ὁμοίως δὲ πάλιν καὶ ὁ κατηγορῶν, ἐὰν ὀργίζηται καὶ αὔξῃ, ὡς δεινὸν ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι πεποίηκεν ὁ φεύγων τὸν φόνον, καὶ ταῦτα μὴ δείξας τοῦτο αὐτό· ὁ γὰρ ἀκροατὴς παραλογίρίους ζεται καὶ ἀπατᾶται καὶ οἴεται τὸν κατηγοροῦντα ἀποδεῖξαι, ὅτι ἐποίησεν ὁ φεύγων τὸν φόνον, ἐν τῷ ἀκούειν αὐτοῦ χωροῦντος πρὸς αὔξην τοῦ πράγματος· μετὰ γὰρ τὰς ἀποδείξεις αἱ αὐξήσεις. [b 9] ἀσυλλόγιστόν ἐστι καὶ τὸ ἐκ σημείου ἐνθύμημα, διότι ἐν δευτέρῳ σχήματι ἀπὸ δύο καταφατικῶν συλλογίζεται ἢ ἐν τρίτῳ σχήματι. ὁ Ἁρμόδιος καὶ Ἀριστο γείτων ἀλλήλων ἤρων. [b 12] ἀσυλλόγιστον λέγει τὸν συλλογισμὸν τὸν τοῦ Διονυσίου διὰ τὸ ψευδῆ εἶναι τὴν μείζονα πρότασιν· οὐ γὰρ πᾶς πονηρὸς κλέπτης. [b 16] διατραγόντες τὰς νευράς. Πολέμων ἱστορεῖ τοὺς ἀμφὶ Τρωάδα κατοικοῦντας ἀπὸ χρησμῶν τινων τοὺς ἐπιχω μῦς σέβεσθαι διὰ τὸ τὰς νευρὰς τῶν τόξων τῶν πολεμίων φαγεῖν, πρὸς δὲ καὶ τοὺς ὀχεῖς τῶν ἀσπίδων ἤτοι τοὺς λώρους. ἐμήνισεν ὁ Ἀχιλλεὺς διὰ τὸ μὴ κληθῆναι παρὰ τοῦ Ἀγαμέμνονος τοὺς ἀρίστους καλέσαντος. [b 21] οὐ γὰρ ἐὰν οἱ μεγαλόψυχοι ὑπερορῶσιν, ἤδη καὶ πᾶς ὑπερορῶν εἴη ἂν μεγαλόψυχος· πολλάκις γάρ τινες διὰ λύπην ἢ ὀργὴν ἢ μανίαν φεύγουσι τὴν μετ’ ἀνθρώπων διατριβήν. [b 25] οὐδὲ εἰ οἱ πτωχοὶ ᾄδουσι καὶ ὀρχοῦνται ἐν ταῖς ἑορταῖς, ἤδη καὶ πάντες οἱ ᾄδοντες ἐν ταῖς ἑορταῖς καὶ ὀρχούμενοι πτωχοί εἰσιν, ἐπεὶ καὶ οἱ πλούσιοι καὶ οἱ χορηγοὶ τῆς ἑορτῆς ᾄδουσι καὶ ὀρχοῦνται· οὐδὲ γάρ, εἰ τοῖς εὐδαίμοσιν ὑπάρχει ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα ἂν ἐθέλωσιν, ἤδη καὶ οἷς ἂν ὑπάρχῃ ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα θέλουσιν, εἰσὶν εὐδαίμονες· ἔχουσι γὰρ ταῦτα καὶ οἱ φυγάδες. [b 28] διαφέρει δέ, ὅτι οἱ μὲν φυγάδες οἰκοῦσιν, ἔνθα βούλονται, διὰ τὸ κωλύεσθαι ἀπὸ τῆς πατρίδος ἤτοι ἄκοντες, οἱ δὲ εὐδαίμονες οἰκοῦσιν ἑκόντες, ἔνθα βούλονται. [b 30] οἷον εἴ τις αἰτιᾶται τὸ διότι ἀπέβη ὕστερον, καὶ ταῦτα ὄντος ἐκείνου τοῦ αἰτίου· [b 32] οἶον ὁ Δημάδης ἔλεγε τὴν τοῦ Δημοσθένους πολιτείαν αἰτίαν πάντων τῶν κακῶν· καὶ μήν, εἰ τοῦ Δημοσθένους ἤκουον καὶ ἀφώρων πρὸς τὴν πολιτείαν ἐκείνου, οὐδὲν ἂν κακὸν συνέβη τῇ πόλει, ἀλλὰ πᾶν εἴ τι ἀγαθόν. [b 36] οὐ γὰρ ἀεὶ ἦν ἡ αἵρεσις αὕτη τῆς Ἑλένης, ἀλλὰ τὸ πρῶτον, ὅτε ἔμελλεν ἄνδρα λαβεῖν· καὶ γὰρ καὶ ὁ πατὴρ μέχρι τού του ἦν κύριος τῆς Ἑλένης. μέχρις οὗ ἄνδρα ἔλαβεν· ὥστε οὐχ ἁπλῶς ἀλλὰ ποτὲ ἐδόθη αὕτη ἡ αἵρεσις τῇ Ἑλένη. [1402a 2] οὐ γὰρ ἁπλῶς ἐστιν ὕβρις τὸ τύπτειν τοὺς ἐλευθέρους· εἰ γὰρ τυφθῶ παρὰ τοῦ ἐλευ θέρου καὶ ἀντιτύψω κἀγὼ τοῦτον, τοῦτο ὕβρις οὐκ ἔστιν· ἀλλὰ πή, ἤτοι ὅταν μηδὲν παθὼν κακὸν παρὰ τοῦ ἐλευθέρου ἄρξωμαι χειρῶν ἀδίκων ἤτοι τύψω τὸν ἐλεύθερον· τότε γάρ ἐστιν ὕβρις. τοιοῦτόν ἐστι καὶ παρὰ τῷ Θεολόγῳ. ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι μείζων τῷ αἰτίῳ ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν τὸ δὲ αἴτιον φύσει πρότασιν ἔπειτα τὸ μεῖζον τῇ φύσει συνάγουσιν, οὐκ οἶδα, πότερον ἑαυτοὺς παραλογίζονται ἢ τούς, πρὸς οὓς ὁ λόγος. ἀλλ’ οἶμαι παρὰ τὸ πῂ καὶ ἁπλῶς οὗτος ὁ παραλογισμός, ὡς τοῖς περὶ ταῦτα τεχνολόγοις σύνηθες. [a 4] ἐν μὲν τοῖς διαλεκτι κοῖς· χρώμεθα γὰρ καὶ ἐν ταῖς διαλέξεσι σοφίσμασιν, οἷον συνάγουσι συμπέρασμα, ὅτι τὸ μὴ ὂν ὄν ἐστι, καὶ συνάγουσι τοῦτο οὕτως ὁ τραγέλαφος δοξαστόν ἐστιν, ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν ἄρα ὄν ἐστιν· καταλιμπά νεται γὰρ τὸ δοξαστόν· ὥστε τὸ μὴ ὂν πῂ ὄν ἐστιν ἤτοι δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι μὴ ὄν ἐστιν ἤτοι οὐκ ἔστιν· ὥστε τὸ μὴ ὂν πῂ ὄν ἐστιν ἤτοι ὡς δοξαστόν. καὶ πάλιν συνάγουσιν, ὅτι τὸ ἄγνωστον ἐπι στητόν ἐστιν· τὸ γοῦν ἄγνωστόν ἐστιν ἐπιστητὸν οὐχ ἁπλῶς ἀλλὰ πῄ· ἐπιστητὸν γάρ ἐστιν οὐχ ὡς γνωστὸν ἀλλ’ ὡς ἄγνωστον. [a 7] καὶ ἐν τοῖς ῥητορικοῖς ἐνθύμημα φαινόμενον γίνεται παρὰ τὸ μὴ ἁπλῶς εἰκὸς ἀλλὰ τὶ εἰκὸς ἤτοι πῂ εἰκός· ἔστι δὲ τοῦτο τὸ πῂ εἰκὸς οὐ καθ’ ὅλου· ὥσπερ καὶ ὁ Ἀγάθων λέγει εἰκὸς πολλὰ οὐκ εἰκότα ἐν βροτοῖσι γίνεσθαι· γίνεται γάρ τι καὶ παρὰ τὸ εἰκὸς ἐν βροτοῖς. [a 13] εἰ δὲ τοῦτο, ἤτοι εἰ δὲ εἰκὸς τὸ μὴ εἰκὸς γίνεσθαι, λοιπὸν τὸ μὴ εἰκός ἐστιν εἰκός, πλὴν οὐχ ἁπλῶς ἔσται εἰκὸς ἀλλὰ πῂ εἰκὸς ἤτοι ὡς γινόμενον· καὶ εἰκὸς γὰρ γίνεσθαι τὸ μὴ εἰκὸς ἐν τοῖς βροτοῖς, οὐ μὴν τὸ μὴ εἰκός ἐστιν ἁπλῶς εἰκός. [a 15] καὶ ἐνταῦθα οὖν γίνεται ὁ παραλογισμὸς καὶ ἡ ἀπάτη παρὰ τὸ λαμβάνειν τὸ εἰκὸς οὐχὶ ἁπλῶς, ἀλλ’ ὡς πῂ εἰκὸς ἤτοι ὡς γίνεσθαι τὰ μὴ εἰκότα, ὥσπερ καὶ ἐν τοῖς σοφιστικοῖς μὴ προστεθὲν τὸ πῂ καὶ τὸ πρός τι ποιεῖ τὴν συκοφαν τίαν καὶ τὴν ἀπάτην· τὸ γὰρ εἰκὸς οὐχ ἁπλῶς μὴ εἰκὸς ἀλλὰ μετὰ τοῦ γίνεσθαι· οἷον εἰκὸς γίνεσθαι τὸ μὴ εἰκός. ὁ Τισίας μαθητὴς τοῦ Κόρακος, ἐξ οὗ καὶ τὸ ᾠὸν κακὸν κακοῦ Κόρακος. [a 17] ἐκ τοῦ τόπου τούτου οὖν παρὰ τὸ πῂ καὶ ἁπλῶς καὶ ἡ τοῦ Κόρακος τέχνη ἐπιχειρεῖ· ἐάν τε γὰρ ἀσθενής τις ᾖ καὶ ἀνίσχυρος, οὐκ ἔστιν ἔνοχος τοιαύτῃ κατη γορίᾳ, ὅτι τὸν δεῖνα ἔτυψε· πῶς γὰρ ἀσθενὴς ὤν ἠδυνήθη τοῦτο ποιῆσαι; καὶ ἔστιν εἰπεῖν καὶ ἐπ’ αὐτοῦ κατηγορουμένου αἰκίας τὸ εἰκὸς οἷον εἰκὸς μὴ αἰκίσαι· κἂν εὐσθενής τις ᾖ καὶ ἰσχυρὸς καὶ διὰ τοῦτο ἔνοχος τῇ τοιαύτῃ κατηγορίᾳ, εἰ φεύγει καὶ οὗτος αἰκίας, ἔστι καὶ ἐπ’ αὐτοῦ χρή σασθαι τῷ εἰκότι οἷον εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ ὡς αἰκίσας· οὐ γὰρ εἰκὸς αἰκίσαι τὸν δεῖνα, ὅτι ἔμελλεν εἰκὸς δόξαι ὡς αἰκίσας. εἴτε γοῦν ἔνοχός ἐστι τῇ αἰτίᾳ ταύτῃ ἤτοι τῷ αἰκίσαι ὡς εὐσθενὴς εἴτε μὴ ἔνοχος ὡς ἀσθενής, ἀλλ’ οὖν ἐπ’ ἀμφοτέρων, καὶ τοῦ εὐσθενοῦς καὶ τοῦ μὴ εὐσθενοῦς, ἔστι χρήσασθαι τῷ εἰκότι· πλήν, εἰ καὶ ἐπ’ ἀμφοτέρων ἔστι χρήσασθαι τῷ εἰκότι, ἀλλ’ οὖν διαφέρει κατὰ τοῦτο, ὅτι τὸ μὲν ἤτοι ἐπὶ τοῦ ἀσθενοῦς τοῦ κατηγορουμένου αἰκίας χρώμεθα τῷ εἰκότι, οὐχ ἁπλῶς ἀλλὰ πῄ, οἷον εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ δόξῃ ὡς αἰκίσας. [a 23] καὶ τοῦτό ἐστι τὸ ποιεῖν τὸν ἥττω λόγον μείζω τὸ χρᾶσθαι τῷ εἰκότι πῄ· εἰ γὰρ καὶ ὁ κατηγορῶν τοῦ εὐσθενοῦς αἰκίας τὴν μείζονα μοῖραν ἔχει, ὁ δὲ ἀπολογούμενος τὴν ἥττω, ἀλλ’ εἰ ὁ ἀπολογούμενος χρή σεται τῷ πῂ εἰκότι, μεῖζον ἰσχύσει καὶ πλέον λέγων εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ ὅθεν καὶ ὁ Πρωταγόρας ἐπηγγέλλετο ποιῆσαι τὸν ἥττονα λόγον μείζονα. [a 26] ἀλλὰ φαινόμενόν ἐστιν ἀληθὲς καὶ εἰκός, ὃ ὑπισχνεῖτο ὁ Πρωταγόρας· οὐδεμία γὰρ ἄλλη τέχνη ἀλλ’ ἢ ἡ ῥητορικὴ καὶ ἡ ἐριστικὴ δύναται πιθανολογεῖν καὶ τὸ ψεῦδος ποιεῖν ἀληθές.