Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.26
Not analysed yet
Τὸ δὲ αὔξειν τὸ προκείμενον ἔγκλημα ἢ μειοῦν οὐκ ἔστι στοιχεῖον καὶ τόπος ἐνθυμήματος. [1403a 19] στοιχεῖον δὲ λέγω καὶ τόπον, εἰς ὃ πολλὰ ἐνθυμήματα ἤτοι τὰ κατὰ μέρος ἀνάγονται. ἔστι δὲ εἴδη ἐνθυμήματος τὸ ἀπὸ τοῦ ἴσου, τὸ ἀπὸ τοῦ ἐναντίου καὶ τὰ λοιπά. [a 20] τὸ δὲ αὔξειν καὶ μειοῦν ἐνθυμήματά εἰσι δεικνύοντα, ὅτι τόδε τὸ γεγονὸς ἢ μέγα ἐστὶν ἢ μικρόν, ὥσπερ δὴ καὶ τὸ ὅτι τόδε ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ἃ ἐνθυμήματα καὶ στοιχεῖα ἐνθυμήματος οὔκ εἰσιν ἀλλὰ προβλήματα, περὶ ἃ καταγίνονται οἱ συλλο γισμοὶ καὶ τὰ ἐνθυμήματα· ὥστε, εἰ ἕκαστον τούτων, οἷον ὅτι δίκαιον ἢ ἀγαθὸν ἢ κακόν, τόπος καὶ στοιχεῖον ἐνθυμημάτων οὐκ ἔστι, λοιπὸν οὐδὲ τὸ αὔξειν καὶ μειοῦν τόποι ἐνθυμήματός εἰσιν. [a 25] οὐδὲ τὰ λυτικὰ ἐπιχειρήματα εἶδος καὶ τόπος ἐστὶν ἐνθυμήματος· δῆλον γὰρ ὅτι ἕκαστος ἐνιστάμενος λύει τὰ ἐνθυμήματα ἢ ἐν τῷ ἀνταποδεῖξαι καὶ ἀντισυλλογίσασθαι ἢ ἐν τῷ ἐπενεγκεῖν ἔνστασιν. [a 27] ὁ ἐνιστάμενος ἀντιδείκνυσιν ἀεὶ τὸ ἀντικείμενον· οἷον εἰ ὁ κατηγορῶν δείξει, ὅτι γέγονεν, ὁ ἐνιστάμενος δείξει, ὅτι οὐ γέγονεν, εἰ δὲ δείξει ἐκεῖνος, ὅτι οὐ γέγονεν, οὗτος δείκνυσιν, ὅτι [οὐ] γέγονεν. ὥστε κατὰ τοῦτο οὐ διαφέρει· τοῖς γὰρ αὐτοῖς τόποις ἀμφότεροι χρῶνται· καὶ γὰρ καὶ ὁ κατηγορῶν καὶ ὁ ἀπολογούμενος ἐκ τῶν αὐτῶν τόπων ἐπιχειροῦσιν ἤτοι ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ ἴσου καὶ τῶν λοιπῶν· καὶ γὰρ ἀμφότεροι φέρουσιν ἐνθυμήματα πρὸς τὸ δεῖξαι, ὅτι τόδε ἢ ὅτι τόδε οὐκ ἔστιν. [a 31] ἡ δὲ ἔνστασίς ἐστι τὸ εἰπεῖν καὶ κομίσαι δόξαν τινὰ ἤτοι ἔνδοξόν τινα πρότασιν, ἐξ ἧς ἔσται δῆλον, ὅτι ὁ ἀντίδικος αὐτό, πρὸς ὃ καὶ τὴν ἔνστασιν ἔφερεν, οὐ συλλελόγισται ἢ ὅτι ψευδῆ πρότασιν ἔλαβεν· ἡ γὰρ ἔνστασις οὐκ ἄλλο τί ἐστιν ἢ πρότασις ἐναντία τῇ προκο μισθείσῃ προτάσει παρὰ τοῦ ἀντιδικοῦντος.